11. Ἑρμῆσαι μὲν χρὴ κατὰ μὲν τὸ στῆθος πρὸς τὴν κλίμακα
12. προσδήσαντα ἰσχυρῶς, κατὰ δὲ τὸν αὐχένα ὡς χαλαρωτάτῃ
13. ταινίῃ, ὅσον τοῦ κατορθοῦσθαι εἵνεκα καὶ αὐτὴν
14. τὴν κεφαλὴν κατὰ τὸ μέτωπον προσδῆσαι πρὸς τὴν κλίμακα·
15. τὰς δὲ χεῖρας παρατανύσαντα πρὸς τὸ σῶμα
16. προσδῆσαι, μὴ πρὸς τὴν κλίμακα. τὸ μέντοι ἄλλο σῶμα
17. ἄδετον εἶναι χρὴ, πλὴν ὅσον τοῦ κατορθοῦσθαι εἵνεκα
18. ἄλλῃ καὶ ἄλλῃ ταινίῃ χαλαρῇ περιβεβλῆσθαι.
1. Λέλεκταί μοι καὶ πρόσθεν ἕρματα τὰ ἐρείσματα καὶ
2. ἑρμάσαι τὸ ἐρεῖσαι, καὶ τοῦτ’ εἶναι καὶ τὸ παρὰ τῷ ποιητῇ
3. γεγραμμένον, ὑπὸ δ’ εἴρεον ἕρματα νηῶν.