12. Χρὴ δὲ πρῶτον μὲν γινώσκειν τὴν φύσιν τῆς ῥάχιος, οἵη
13. τίς ἐστιν, ἐς πολλὰ γὰρ νοσήματα προσδέοι ἂν αὐτῆς.
15. Ἐπισημαίνεσθαι βούλομαι κἂν ἅπαξ που καὶ ἀναμνῆσαι
16. τῶν εἰρημένων τέ μοι κατὰ τὸ πρῶτον εὐθέως βιβλίον
17. περὶ τῆς Ἱπποκράτους ἀνατομῆς, ἐν ᾧ γνώσῃ τὴν ἀναισχυντίαν
18. τῶν ἐμπειρικῶν ἰατρῶν τολμησάντων Ἱπποκράτην
1. καλεῖν ἐμπειρικόν. ἐμπειρικώτατος μὲν γὰρ ἦν ἁπάντων
2. τῶν κατὰ τὴν ἰατρικὴν τέχνην καὶ μάλιστα τῇ πείρᾳ προσέχων
3. νοῦν καὶ πάντα ταύτῃ δοκιμάζων, ἵνα δ’ ὅλως ἀφίκηται
4. πολλαῖς ἐπινοίαις χρώμενος λογικαῖς ἀνατομήν τε μάλιστα
5. σπουδάζων, ὡς ὠφελοῦσαν ἱκανῶς τὴν τέχνην, ὅπερ
6. καὶ νῦν ἐδήλωσε σαφῶς, τὴν φύσιν τῆς ῥάχεως ἀξιῶν γινώσκειν,
7. ἣν ἄχρηστον φασιν οἱ ἐμπειρικοὶ, καθάπερ καὶ τῶν
8. ἄλλων ἁπάντων μορίων.