11. Τοῦτο μὲν γὰρ τὸ πρὸς τὴν κοιλίην ῥέπον οἱ σφόνδυλοι
12. ἐντὸς ἄρτιοί εἰσιν ἀλλήλοισι.
14. Τῶν σφονδύλων τὸ μὲν ὀπίσω μέρος ἀπόφυσιν ὀξεῖαν
15. ἔχει χονδρώδη κατὰ τὸ πέρας, ἣν ὀνομάζουσιν ἄκανθαν, τὸ
16. δ’ ἀντικείμενον τούτῳ τὸ πρόσω τε καὶ ἐντὸς, ἑκάτερον
17. μὲν γὰρ ὀνομάζεται, χόνδρῳ μὲν ἐπαλείφεται καὶ αὐτό. περιφερὲς
1. δέ ἐστι καὶ λεῖον οὐδεμίαν ὀξεῖαν ἀπόφυσιν ἔχον,
2. οὐδ’ ὅλως ἐξοχήν τινα βραχυτάτην, ὥσπερ ὀπίσω τε καὶ
3. τῶν πλαγίων ἔχει. ὁποῖαι μὲν οὖν εἰσιν ἑκάστῳ τῶν σφονδύλων
4. αἱ ἀποφύσεις, ἐπί τε τῶν σκελετῶν εἶπεν, εἰρημένον
5. νῦν περὶ τῶν σφονδύλων, οὓς κατὰ τὰ ἔνδον μέρη
6. κέκληκεν ἀρτίους, τουτέστιν ἀπηρτισμένους αὐτῶν τε καθ’
7. ἑαυτῶν ἕκαστον, ἐν τε τῇ πρὸς ἀλλήλους ὁμιλίᾳ, διότι γὰρ
8. οὔτ’ ἐξοχή τις αὐτοῖς ἐστιν ἐνταῦθα καὶ κατὰ πᾶν ἀλλήλοις
9. ἐφαρμόττουσιν, ἀρτίους αὐτοὺς ὠνόμασεν εἶναι πρὸς ἀλλήλους,
10. οἶον ἀπηρτισμένους ὁμιλοῦντας.