16. Τὰ μὲν πλεῖστα ἀδύνατα λύεσθαι, πρὸς δὲ καὶ ὅσα ἀνωτέρω
17. τῶν φρενῶν τῆς προσφύσιος κυφοῦται.
1. Καὶ τἄλλα μὲν, φησὶ, τὰ κατὰ ῥάχιν ἐστὶ δύσλυτα,
2. μάλιστα δ’ αὐτῶν ὅσα φρενῶν τῆς προσφύσιος κυφοῦται
3. ἀνώτερον, τουτέστιν ἐν τῷ κατὰ τὸν θώρακα σφονδύλῳ.
4. ὅτι δ’ οὕτως χρῆται τῇ φωνῇ καὶ κατ’ ἀρχὰς εὐθέως τοῦδε
5. τοῦ βιβλίου δῆλόν ἐστιν, ἔνθα φησί· καὶ γὰρ καὶ τὸ ἐπίπαν
6. ἀμείνων καὶ στερεωτέρη ἡ βραχεῖα πόη τῆς βαθείης,
7. ὅτι καὶ πρὶν ἐκκαρπεῖν τὴν βαθείην. διὰ τί δὲ μάλιστα
8. δύσλυτα γίνεται τὰ κατὰ τὸν θώρακα φύματα, διὰ τῆς ἐπιφερομένης
9. μαθήσῃ ῥήσεως.