13. Καὶ δέδενται πρὸς ἀλλήλους δεσμῷ μυξώδει καὶ νευρώδει
14. ἀπὸ χόνδρων ἀποπεφυκότι ἄχρι πρὸς τὸν νωτιαῖον.
16. Ἀκριβῶς πάνυ διηγήσατο τὴν φύσιν τῆς συμβολῆς τῶν
17. σφονδύλων. οὐ γὰρ διὰ πολλοῦ, καθάπερ ᾠήθησάν τινες,
1. ἑνοῦνται καὶ συμφύονται κατὰ τὴν ἔνδον χώραν, οὕτω γὰρ
2. ἂν ταῖς ἐπὶ πλέον ἀνακλάσεσι πρὸς τοὐπίσω τῆς ῥάχεως
3. ἤτοι τελέως ἀντέλεγον ἢ διεσπῶντο. νυνὶ δὲ, οὐ γὰρ συμπεφύκασιν,
4. ἀλλ’ ὡς ἔχει δεσμῷ δέδενται μυξώδει καὶ νευρώδει,
5. διὰ τοῦτο κίνησίν τινα βραχεῖαν ἔχουσι καὶ κατὰ
6. τοῦτο τὸ μέρος, οὐκ ἂν ἔχοντες, εἰ συναποπέφυκεσαν· οὔτε
7. δεσμὸς αὐτῶν ἐξήκει μέχρι τοῦ νωτιαίου. περίκειται γὰρ ἐν
8. κύκλῳ τούτῳ μετὰ τὴν τραχεῖαν μήνιγγα. πρώτης μὲν οὖν
9. αὐτὸν περιεληφυίας τῆς δέσεως, ὥσπερ καὶ τὸν ἐγκέφαλον,
10. ἐφ’ ὃν δὲ παχείας εἶπεν ἔξωθεν τοῦ προειρημένου δεσμοῦ.
11. περιττότερον γὰρ τοῦτο τῷ νωτιαίῳ παρὰ τὸν ἐγκέφαλον
12. ὑπάρχει σκέπασμα προβλήματος, ὅπως μὴ πονήσῃ προσκόπτων
13. τοῖς ὀστοῖς τῶν σφονδύλων ἐν τῇ κινήσει τῶν ὀστῶν
14. τῆς ῥάχεως. αὐτοῖς δὲ τοῖς σφονδύλοις ὁ σύνδεσμος μυξώδης
15. ἐγένετο, τουτέστι γλίσχρος καὶ οἷον φλεγματώδης ἕνεκα
16. τοῦ καὶ τὴν κίνησιν ἑτοιμοτέραν εἶναι τοῖς σφονδύλοις καὶ
17. αὐτὸν τὸν σύνδεσμον ἀπαθέστερον· ἀποῤῥήγνυται γὰρ ἐν ταῖς
18. κινήσεσι τὰ ξηρὰ καὶ τὰ ἄνικμα. διὰ τοῦτο καὶ τοὺς ἱμᾶντας
1. ἀλείφουσιν, οἷς ἐπὶ τῶν ὀχημάτων τε καὶ αὐτῶν τῶν
2. ὑποζυγίων χρῶνται. καίτοι τὸν αὐτὸν τοῦτον τὸν μυξώδη
3. χυμὸν ἐν ἅπασι τοῖς ἄρθροις εὑρεῖν ἐστι διὰ τὴν αὐτὴν
4. αἰτίαν.