7. Ἄλλοι δέ τινες τόνοι νευρώδεες διαντέοι, πρόσφυτοι παρατέτανται
8. ἔνθεν καὶ ἔνθεν αὐτῶν.
10. Διαντέους μὲν ἀκούειν χρὴ τοὺς ἄνωθεν κάτω διήκοντας
11. ἐπὶ πολὺ μακρούς. οὐ μὴν ἔχω γε γράφειν διὰ τί νευρώδεις
12. εἶπε τοὺς παρατεταμένους τόνους τῶν σφονδύλων.
13. οὐ γὰρ νευρώδεις εἰσὶν, ἐχρῆν εἰπεῖν, ἀλλὰ νεῦρα πλὴν τοὺς
14. ἰσχυροὺς νευρώδεις ὠνόμασε. παρατέτανται δὲ νεῦρα σαφῶς
15. μὲν ἑκάστῳ σφονδύλῳ καθ’ ὅλον τὸν θώρακα, περὶ ὧν ἄνωθεν
16. γενέσεως ἐν ταῖς ἀνατομαῖς ἐθεάσασθε δεικνύντος μου,
17. κατὰ μὲν τὸν τράχηλόν τε καὶ τὴν ὀσφῦν ἐπίκεινται μύες
18. τοῖς σφονδύλοις, καθ’ ὃν φέρονται τὰ νεῦρα.