2. Αἱ δὲ φλεβῶν καὶ ἀρτηριῶν κοινωνίαι ἐν ἑτέρῳ λόγῳ δεδηλώσονται,
3. ὅσαι τε καὶ οἷαι καὶ ὅθεν ὡρμημέναι καὶ
4. ἐν οἵῃσιν οἷα δύνανται.
6. Καὶ περὶ τούτων ἐμάθετε κατὰ τὰς ἀνατομὰς,
7. ἀλλὰ καὶ δι’ ὑπομνημάτων ἔχετε φλεβῶν μὲν καὶ ἀρτηριῶν
8. ἀνατομὴν γεγραμμένην, ὥσπερ γε καὶ νεύρων. ἀκριβέστερον
9. δὲ κατὰ τὴν τῶν ἀνατομικῶν ἐγχειρήσεων πραγματείαν. οὐκοῦν
10. χρὴ μηκύνειν ἔτι περὶ αὐτῶν γράφοντα ἐνταυθοῖ, μηδ’
11. αὐτοῦ τοῦ Ἱπποκράτους ἐθελήσαντος ἅπασαν αὐτῶν τὴν
12. φύσιν διελθεῖν κατὰ τοῦτο τὸ βιβλίον, ἀλλ’ ἀναβαλλομένου,
13. καθάπερ καὶ ἄλλα πολλά. σώζεται δὲ οὐ κατὰ τὰ προκείμενα
14. νῦν ἐν τῷ λόγῳ χωρία φλεβῶν καὶ ἀρτηριῶν συγγραφή.
15. ἐπὶ δὲ τῶν παρατεταμένων τοῖς σφονδύλοις μερῶν
16. ὑπομνηματικῶς, οὐ συγγραφικῶς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν
17. ὑπ’ αὐτοῦ λέλεκται, παραπλησίως τοῖς ἄλλοις ὅσα
18. κατ’ ἐκεῖνο τὸ βιβλίον ἐδείξαμεν ὑπομνήματά τινα τοῦ Ἱπποκράτους,
1. οὐ συγγράμματα. μόνον γὰρ τὸ πρῶτον καὶ τρίτον
2. τῶν ἐπιδημιῶν ὡς πρὸς ἔκδοσιν πρὸς αὐτοῦ γέγραπται.