5. Αὐτὸς δὲ ὁ νωτιαῖος, οἷσιν ἐλλύτρωται ἐλλύτροισι καὶ ὅθεν
6. ὡρμημένοισι καὶ ὅπῃ κραίνουσι καὶ οἷσι κοινωνέουσι καὶ
7. οἷα δυναμένοισι.
9. Τὰ σκεπτάσματά τε καὶ περιπλήματά τινων ἔλλυτρα
10. καλοῦσιν οἱ παλαιοὶ, διὰ τοῦτ’ οὖν καὶ νῦν ὁ Ἱπποκράτης
11. ἔλλυτρα τοῦ νωτιαίου κέκληκε τὰ πρὸ βραχέος εἰρημένα
12. μοι. δύο μὲν οὖν ἔνδοθεν ἦν ἅπαντα, ἔξωθεν δὲ τὰ κοινὰ
13. τῶν σφονδύλων δεσμά. ὁρμῶνται δὲ αἱ μήνιγγες ἀπὸ τῶν
14. τὸν ἐγκέφαλον περιεχουσῶν. ὁ δὲ ἔξωθεν αὐτὰς περιλαμβάνων
15. τρίτος χιτὼν ἀπὸ τοῦ τῆς κεφαλῆς ὀστοῦ καθ’ ὃ διαρθροῦται
16. πρὸς τὸν πρῶτον σφόνδυλον. τελευτῶσι δέ τοι οὗτοι
17. δεσμοὶ, καθάπερ καὶ αὐτὸς ὁ νωτιαῖος ἄχρι τοῦ κατὰ τὴν
1. ῥάχιν πέρατος. ὠνόμασε δὲ αὐτὸς ὁ Ἱπποκράτης τὸ τελευτῶσιν
2. ὁμοίως τῷ ποιητῇ Ἀριστοφάνει·
4. οἷα δὲ δύνανται λέλεκται μὲν ἀκριβῶς ἤδη αὐτὰ κατὰ τὰς
5. ἀνατομικὰς πραγματείας ἅμα ταῖς οἰκείαις ἐξ ἐκείνων ἐστὶ
6. μάλιστα καὶ ἡ περὶ χρείας μορίων. ἀρκεῖ δὲ νῦν εἰπεῖν
7. τὰς μὲν περικειμένας τῷ νωτιαίῳ μήνιγγας τὴν αὐτὴν παρέχειν
8. χρείαν ἥνπερ καὶ τῷ ἐγκεφάλῳ, ἡ δ’ ἐν ἐκείνῳ
9. φρουρὰ μὲν τις αὐτοῦ πρὸς τὸ μηδὲν πάσχειν ὑπὸ τῶν περικειμένων
10. ὀστῶν ἡ παχεῖα. σύνδεσμος δὲ τούτων καὶ ἄλλο
11. σύμφυτόν τι δέρμα καὶ σκέπασμα τοῦ ἐγκεφάλου ἡ λεπτὴ,
12. περὶ ὧν τοῦ τρίτου χιτῶνος ἐν τῷ νωτιαίῳ μικρὸν
13. ἔμπροσθεν εἴρηται.