5. Τόνοι δὲ κοινοὶ παρὰ πάντας καὶ ἐν τοῖσιν ἔξω μέρεσι καὶ
6. ἐν τοῖσιν εἴσω παρατέτανται.
8. Τὰ ἀντικείμενα μέρη τῶν σφονδύλων τῇ συνδέσει ὀπίσω
9. τε καὶ ἔξω καλεῖν ἐγχωρεῖ, καθάπερ γε καὶ αὐτὰ τὰ κατὰ
10. τὴν σύνδεσιν ἔνδον τε καὶ πρόσω· ἀλλὰ τόνους γε κατὰ τὴν
11. ὀπίσω χώραν οὐκ ἂν εὕροις παρατεταμένους, εἴ γε τόνοι
12. ὀνομάζονται τὰ προαιρετὰ νεῦρα. κατὰ γὰρ τὰς συμβολὰς
13. τῶν σφονδύλων ἐστὶ τὸ τρίμμα, δι’ οὗ τῶν ἀπὸ νωτιαίου
14. νεύρων ἕκαστον αὐτίκα σχίζεται καὶ τῶν μερῶν αὐτοῦ τὸ
15. μὲν εἰς τὴν πρόσω χώραν ἀφικνεῖται, τὸ δὲ εἰς τὴν ὀπίσω
16. διανεμόμενον εἰς τοὺς ἐπικειμένους ἐνταῦθα μύας, οὓς ῥαχίτας
17. ὀνομάζουσιν.