2. Ἀπόφυσίς τέ ἐστιν ὀστέου ἐς τὸ ἔξω μέρος ἀπὸ πάντων
3. τῶν σφονδύλων, μία ἀπὸ ἑνὸς ἑκάστου, ἀπό τε τῶν μειζόνων
4. ἀπό τε τῶν ἐλασσόνων. ἐπὶ δὲ τῇσιν ἀποφύσεσι
5. ταύτῃσι χονδρίων ἐπιφύσιες καὶ ἀπ’ ἐκείνων, νεύρων ἀποβλάστησις
6. ἠδελφισμένη τοῖσιν ἐξωτάτω τόνοισιν.
8. Εἰς μέσην εἴτ’ ὀπίσω χώραν τῆς ῥάχεως ἀπόφυσις
9. ἑκάστου τῶν σφονδύλων ἀνατείνεται συνθεῖσα τὴν ὅλην ἄκανθαν.
10. ἐπὶ τῷ πέρατι δὲ καὶ τῆς ἀποφύσεως χόνδρος ἐπίκειται
11. νεύρων ἀποβλαστήσεις ἔχων συνδετικὰς. ἠδελφισμένη
12. φησὶ τοῖς τόνοις, ὅπερ ἤτοι τῶν ὁμοιουμένων εἰς ταὐτὸ
13. ἰόντων καὶ ἀναμιγνυμένων, ἑκάτερον γὰρ αὐτῶν ἀληθές ἐστι.