16. Πλευραὶ δὲ προσπεφύκασιν ἐς τὸ εἴσω μέρος τὰς κεφαλὰς
17. ῥέπουσαι μᾶλλον ἢ ἐς τὸ ἕξω, καθ’ ἕνα δὲ ἕκαστον
18. τῶν σφονδύλων προσήρθρωνται.
1. Τὰ τοῦ θώρακος ὀστᾶ διήκοντα κατὰ θέσιν ἐγκαρσίαν
2. ἀτρέμα λοξῶς κατὰ τῆς ῥάχεως ἐπὶ τὸ στέρνον ὠνόμαζον
3. πλευρὰς οὐχ Ἱπποκράτης μόνον, ἀλλὰ καὶ οἱ μετ’ αὐτὸν
4. ἅπαντες ἰατροί. ταύτας οὖν φησι προσηρθρῶσθαι τοῖς
5. σφονδύλοις, οὐδὲν διαφέρον εἰ καὶ διηρθρῶσθαι φαίης, ὅπερ
6. ἐστὶ συνηθέστερον ὄνομα τοῖς ἰατροῖς τοῖς νεωτέροις, οὕτως
7. ὀνομαζόντων αὐτῶν τὰς ἐμβολὰς τῶν ὀστῶν, ὡς ἐκείνοις αἰσθητικήν
8. τινα ἀξιόλογον ἔχουσι κεφαλάς τε τῶν πλευρῶν
9. εἴρηκε τὰ πέρατα, δι’ ὧν τοῖς σφονδύλοις διαρθροῦνται
10. κατὰ τὰς ῥίζας τῶν πλαγίων ἐν ἑαυτοῖς ἀποφύσεων. ἀκριβῶς
11. δὲ εἶπεν ἔσω ῥέπειν αὐτὰς μᾶλλον, ἴστε γὰρ οὕτως
12. ἔχειν, ἀλλὰ καὶ ὅτι διαφυής πώς ἐστιν αὐτῶν ἡ διάρθρωσις
13. ἐθεασάμεθα. παραλελοιπότος τοῦτο τοῦ Ἱπποκράτους
14. ἢ τῷ παρελθεῖν οὐκ ἀκριβῶς θεασαμένου τὴν ὅλην φύσιν
15. τῆς διαρθρώσεως ἢ τῷ μὴ νομισθῆναι τὴν τοιαύτην λεπτολογίαν
16. οἰκείαν εἶναι τῇ προκειμένῃ πραγματείᾳ.