Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 3.38, ed. Kühn, 1829, vol. 18a, p. 536-538. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:3.38


2. Καμπυλώταται δὲ πλευραὶ ἀνθρώπου εἰσὶ ῥοιβοειδέα τρόπον.

4. Ἀπάντων τῶν ζώων ἄνθρωπος καμπυλωτάτας ἔχει
5. πλευρὰς, ὅτι καὶ τὸ στέρνον ἁπάντων πλατύτατον· τῶν μὲν
6. γὰρ ἄλλων ζώων τὸ μὲν μᾶλλόν ἐστι, τὸ δ’ ἧττον ὀξύστερνον.
7. πλατυστερνότατος δ’ ἄνθρωπος, εἶθ’ ἑξῆς πίθηκος
8. ἁπάντων μὲν τῶν ἄλλων ζώων μᾶλλον, ἧττον δ’ ἀνθρώπου.
9. ἔστι δὲ κοινὸν ἅπασι μὲν ζώοις ὅσα θώρακα ἔχει τὸ τὰς
10. πλευρὰς ἐκ μὲν τῶν ἔξω μερῶν, ἔνθα καὶ ψαύομεν αὐτῶν,
11. κυρτὰς, ἐκ δὲ τῶν ἀντικειμένων τῶν ἔνδον εἶναι κοίλας·
12. εἰς γὰρ τὴν γένεσιν τῆς τοῦ θώρακος εὐρυχωρίας ἀναγκαῖον
13. ἦν τοῦτο τοῖς ἀνθρώποις, ἐπειδὴ κατὰ τὸ στέρνον εὐθύνεσθαι
14. τὰς πλευρὰς ἔδει, τὸ μετὰ τοῦτο πᾶν ἱκανῶς
15. ἐκάμφθη, δεομένων δ’ αὐτῶν ἐπὶ τοὺς τῆς ῥάχεως ἀφικέσθαι
16. σφονδύλους. τὸ μὲν γὰρ ἑρμηνευόμενον ὑπ’ αὐτοῦ
17. πρᾶγμα σαφὲς ἡμῖν γέγονεν ἔκ τε τοῦ καμπυλωτάτας εἰπεῖν
1. εἶναι τὰς πλευρὰς, κἀκ τούτου γιγνώσκεσθαι, ἀφ’ οὗ
2. ὅμοιαι κατὰ τὸ σχῆμά εἰσιν. ἀπολείπεται δὲ ἡ ζήτησις
3. οὐκ ἐν τῇ πραγματείᾳ, καθάπερ ἐπὶ τῶν ἔμπροσθεν, ἀλλ’
4. ἐν ὀνόματι χρησαμένου τοῦ Ἱπποκράτους τῇ ῥοιβοειδέα
5. φωνῇ σαφηνείας μὲν ἕνεκεν, ἥτις παράδειγμα λέλεκται πρὸς
6. αὐτοῦ, μείζονα δ’ ἀσάφειαν ἐργαζομένη αὐτοῦ τοῦ γιγνωσκομένου
7. πράγματος ἢ τῆς σαφηνείας ἕνεκα παράδειγμά τι
8. ὤφθη. τότε μὲν οὖν ἴσως ἦν ἡ φωνὴ συνήθης ἢ οὐκ ἂν
9. εἴρηκε ῥοιβοειδέα τρόπον. ἐν δὲ τῷ μετὰ ταῦτα χρήσεως
10. αὐτῆς ἐκβληθείσης εἰς ἀσάφειαν ἧκε. τὸ μὲν γὰρ διὰ τοῦ
11. κ λεγόμενον ῥοικοειδέα καὶ παρὰ Θεοκρίτῳ γεγραμμένον ἔνθα
12. φησί·

13. Ῥοικὸν δέ κεν ἀγριελαίας
14. δεξιτερᾷ κορύναν.

15. καὶ παρ’ Ἀρχιλόχῳ·

16. Ἀλλὰ μικρός τις εἴη καὶ περὶ κνήμας ἰδεῖν
17. Ῥοικὸς, ἀσφαλέως βεβηκυίας ποσὶ, καρδίης πλέως.

18. καὶ παρὰ Νικάνδρῳ·

1. Ἄλλοι δὲ ῥοικοῖσιν ἰσήρεες ἂν τὰ παγούροις
2. Γυῖα βαρύνονται.

3. τὸ μέντοι διὰ β ῥοιβὸν οὐκ οἶδα, καίτοι τινὰ τῶν ἀντιγράφων
4. διὰ τοῦ β γέγραπται, ἀλλ’ ἐν τοῖς ἀξιοπιστοτέροις
5. εὑρίσκεται τὸ κ.

Cliquer un n° de page pour en afficher l’image