Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 3.39, ed. Kühn, 1829, vol. 18a, p. 538-541. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:3.39


8. Τὸ δὲ μεσηγὺ τῶν πλευρέων καὶ τῶν ὀστέων τῶν ἀποπεφυκότων
9. ἀπὸ τῶν σφονδύλων ἀποπληρέουσιν ἑκατέρωθεν
10. οἱ μύες ἀπὸ τοῦ αὐχένος ἀρξάμενοι ἄχρι τῶν φρενῶν
11. τῆς προσφύσιος.

13. Οὐ πάνυ τι συμφωνεῖ τὸ φαινόμενον ἐκ τῆς ἀνατομῆς
14. τῇ διανοίᾳ τῆς λέξεως. τὸ μὲν γὰρ φαινόμενον ὧδε ἔχει·
15. κατὰ τὰς κεφαλὰς τῶν πλευρῶν ᾗ εἰσαρθροῦνται εἰς τοὺς
16. σφονδύλους μύες εἰσὶν, ὄπισθεν μέν οἱ ῥαχῖται καλούμενοι
17. κατὰ τὸ μῆκος τῆς ῥάχεως ἐκτεταμένοι μέχρι τῆς τῶν σκελῶν
18. ἀρχῆς, ἔμπροσθεν δὲ κατὰ μῆκος, οὐ δι’ ὅλου τοῦ
1. θώρακος ἐπικέκληνται μύες. ἐγκάρσιοι δὲ κεῖνται μεταξὺ
2. τῶν πλευρῶν οὓς μεσοπλευρίους ὀνομάζουσιν, ἔπειτα βαίνουσι
3. πρὸς ὀλίγας τῶν πλευρῶν οἱ ὑποβεβλημένοι τῷ στομάχῳ
4. μύες, ὑφ’ ὧν εἰς τὸ πρόσω μέρος ὅλος ὁ τράχηλος
5. ἑλκόμενος ἐπινεύει βραχὺ καὶ χωρὶς τῆς προκειμένης πρὸς
6. κεφαλῆς διαρθρώσεως. ἐκείνη μὲν γὰρ αὕτη καθ’ ἑαυτὴν
7. μεγίστην ἔχει κίνησιν ἐπινευόντων τε καὶ ἀνανευόντων, ἐὰν
8. τοῖς μετὰ τοὺς πρώτους σφονδύλους αὐτὴν παραβάλλῃ. βραχυτάτην
9. δ’ ἔχουσι τὴν πρὸς ἀλλήλους κίνησιν. ἀλλὰ κἀκ
10. τῶν κατ’ ὀσφῦν χωρίων. ἐπαναβαίνουσι τῷ θώρακι κατὰ
11. τὰς ἐσχάτας πλευρὰς αἱ κορυφαὶ τῆς ψόας. ὅσαι δ’ ἐν
12. τῷ μεταξὺ τοῦ θώρακός εἰσιν οὐκ ἔχει μυῶν ἐπιβολὴν ἐν
13. ταῖς πλαγίαις ἀποφύσεσι τῶν σφονδύλων, ἃς ἔφην διαρθροῦσθαι
14. τὰς πλευράς. εἰσὶ δὲ καὶ ἄλλοι δύο μύες στενοὶ καὶ
15. μικροὶ τοῖς ῥαχίταις περιτεταμένοι δι’ ὅλου τοῦ θώρακος
16. ἔξωθεν, ἐν τοῖς πρόσω μέρεσιν αὐτῶν ἃ τοῖς ὀπίσω περὶ
17. τὴν ἄκανθαν. αὕτη μὲν ἡ ἐκ τῆς ἀνατομῆς εὑρισκομένη
18. θέσις τῶν περὶ τοὺς σφονδύλους μυῶν. ἴδωμεν ἐφεξῆς τίνων
1. ὁ Ἱπποκράτης δύναται μνημονεύειν. ὅτι μὲν οὖν τῶν
2. μεσοπλευρίων οὐ δύναται, δῆλον ἐκ τοῦ λέγειν τοὺς μύας
3. ἀπὸ τοῦ αὐχένος ἄρχεσθαι. λείπει τοίνυν τῶν ῥαχιτῶν
4. τούτων παρατεταμένων μνημονεύειν αὐτόν. ἀλλ’ οὐδετέρως
5. καλῶς ἂν λέγοιτο τὸ μεταξὺ τῶν ὀστῶν καὶ τῶν πλευρῶν
6. τῶν ἀποπεφυκότων ἀπὸ τῶν σφονδύλων τοὺς μῦς ἀναπληροῦν.
7. οἱ μὲν γὰρ ῥαχῖται ταῖς διαρθρώσεσι τῶν εἰρημένων
8. ὀστῶν ἐν ὅλῳ τῷ θώρακι πάσαις ὄπισθεν προβέβληται, μηδὲν
9. ἀπολείποντες ἀσκέπαστον, ἀλλὰ τάς τε ῥίζας πάσας τῶν
10. πλευρῶν τε ἅμα καὶ τῶν εἰς τὰ πλάγια τοῖς σφονδύλοις
11. ἀποφύσεών εἰσι μετὰ τὰς διαρθρώσεις· καὶ μὲν δὴ καὶ τὸ
12. κατὰ τὴν τελευτὴν εἰρημένον τῆς ῥήσεως τὸ ἄχρι τῆς προσφύσιος,
13. εἰ μὴ ἐπὶ τῶν στενῶν λέγει τῶν μυῶν, τὴν
14. τοῦ διαφράγματος πρόσφυσιν ἡμᾶς ἀναγκαῖον νοεῖν, εἰ δ’
15. ἐπὶ τῶν ῥαχιτῶν, τὴν τῶν σκελῶν, εἰ μὴ περὶ πρόσφυσιν
16. εἴρηκε τὴν τούτων διάρθρωσιν. ἐγὼ μὲν οὖν διὰ ταύτην
1. τὴν λέξιν ἀπορῶ προσαρμόσαι τῷ φαινομένῳ, καί μοι δοκεῖ
2. κατ’ ἀρχὴν εὐθέως ὑπὸ τοῦ πρώτου γράψαντος ἡμαρτῆσθαι
3. ὥστε καὶ ἄλλων πολλῶν. ἐχόντων δ’ ὡς εἴρηται τῶν φαινομένων
4. ζήτησις τῆς ἁρμοττούσης ἐξηγήσεως εἰς τὸ κοινὸν
5. προκείσθω. τὸ δ’ οὖν ὡς ἐν διορισμοῖς δόξαν ἔχειν τινὰ
6. πιθανότητα τοιόνδ’ ἐστί· πλευρὰς μὲν ἀκουσόμεθα τὰς
7. τῶν σφονδύλων αὐτῶν κεφαλὰς, ἀποπεφυκότα δὲ τῶν σφονδύλων
8. ὀστᾶ τὰ τὴν ἀκάνθην ἐργαζόμενα, τοὺς δὲ τὴν μεταξὺ
9. χώραν ἑκατέρων ἀναπληροῦντας μῦς τοὺς ῥαχίτας,
10. πρόσφυσιν δὲ τὴν τῶν φρενῶν. ὅ γε μὴν διδάσκαλος ἡμῶν
11. Πέλοψ τὰς μὲν πλαγίας ἀποφύσεις τῶν σφονδύλων ἁπάντων
12. πλευρὰς ἔφασκεν εἰρῆσθαι νῦν ὑπ’ αὐτοῦ, πρόσφυσιν δὲ τὴν
13. τῶν φρενῶν.

Cliquer un n° de page pour en afficher l’image