12. Τῶν δὲ κατωτέρω μετεξέτερα λύουσι κιρσοὶ γινόμενοι ἐν
13. τοῖσι σκέλεσι, μᾶλλον δέ τι ἐγγινόμενοι κιρσοὶ ἐν τῇ κατ’
14. ἰγνύην φλεβὶ. οἷσι δ’ ἄν τι κύφωμα ᾖ, λύουσιν· ἐγγίνονται
15. δὲ καὶ ἐν τῇ κατὰ βουβῶνα.
17. Ἔνιά φησι τῶν κατωτέρω τοῦ θώρακος παθῶν, τουτέστι
18. τὰ κατ’ ὀσφῦν, ὑπὸ κιρσῶν ἢ δυσεντερίας λύεσθαι, μεταλαμβανομένων
1. δηλονότι τῶν ἐργασαμένων αὐτὰ χυμῶν εἰς
2. πρώτην μὲν αὐτὴν τὴν ἐπὶ τῇ ῥάχει μεγίστην φλέβα, μετ’
3. ἐκείνην δὲ εἰς τὰς ἀποφύσεις αὐτῆς τὰς ἐπὶ τὰ σκέλη.
4. τοιαύτη δὲ οὐδεμία φλέψ ἐστι κατὰ θώρακα ἡ τοὺς μοχθηροὺς
5. χυμοὺς ὑποδέξασθαι δυναμένη· μία μέν ἐστιν ἡ τὰς
6. ὀκτὼ πλευρὰς ἑκατέρωθεν φέρουσα, δύο δ’ ἄλλαι μικραὶ
7. τὰς ὑψηλάς τε παρὰ τὰς ἐξ ἑκατέρου μέρους μία, πασῶν
8. δ’ αὐτῶν εἰς τὸν θώρακα κατασχιζομένων τε καὶ ἀναλισκομένων.
9. εἰ δὲ μεταβληθείη τις χυμὸς εἰς αὐτὰς ἐκ τῶν
10. φυμάτων ἐκκενωθῆναί που δύναται καὶ τὸ δ’ ἐπίπαλαι φάναι
11. αὐτὸ δύσκολον. οἱ γὰρ τὰ σκληρὰ καὶ δύσπεπτα γεννῶντες
12. χυμοὶ γλίσχροι εἰσὶ καὶ παχεῖς, ὥστ’ οὐ ῥᾳδίως εἰς
13. τὰς στενὰς μεταλαμβάνονται φλεβάς. ἡ δὲ κατ’ ὀσφῦν φλέψ
14. εὐρυτάτη τ’ ἐστὶ καὶ πάσαις ταῖς κάτω φλεψὶν
15. αὕτη χορηγεῖ τὸ αἷμα. τοὺς οὖν παχεῖς τούτους καὶ γλίσχρους
16. χυμοὺς, ὅταν ποτὲ μεταλάβῃ τῆς ἐν τοῖς πεπονθόσι
17. μορίοις δυνάμεως ῥωσθείσης, ὡς ἀπώσασθαι τὸ περιττὸν
18. ἐναποτίθεται ταῖς ἐνταῦθα καθηκούσαις φλεψὶν, ὑφ’ ὧν
1. ἀνευρύνονται μὲν καὶ κιρσοῦνται, παχέων μὲν ἱκανῶς ὄντων
2. εὐθέως ἐν τῇ κατὰ βουβῶνα, μετριωτέρων δὲ ὑπαρχόντων
3. ἐν τῇ κατὰ τὴν ἰγνύαν. ἔνθα γὰρ ἂν πρῶτον ὑπὸ
4. πάχους τε καὶ γλισχρότητος ἐμφραχθέντες ἱστῶσιν, ἐνταῦθα
5. διϊστᾶσί τε καὶ διευρύνουσι τὴν φλέβα. καὶ γὰρ τοῖς ἄνευ
6. τοιαύτης αἰτίας ἔχουσιν ἐν τοῖς σκέλεσι κιρσοὺς ἀνάλογον
7. τῷ πάχει τοῦ χυμοῦ τὰς ἀνευρυνομένας φλέβας ἰδεῖν ἐστίν,
8. ἐπὶ μὲν τοῖς παχυτάτοις τὰς εὐρυτάτας οἷαί πέρ εἰσιν αἱ
9. κατὰ βουβῶνα, ἐπὶ δὲ τοῖς ἦττον ἐκείνων παχέσι τὰς ἧττον
10. εὐρείας, ὁποῖαι κατ’ ἰγνύας εἰσί. ποτὲ μὲν γὰρ ἐν ταῖς
11. μείζοσι τροφαῖς ἐμφραττόμενοι τὸ πάθος ἐργάζονται, ποτὲ
12. δὲ εἰς τὰς κατωτέρας χωροῦσιν, ὅσαι στενότεραι. παχὺ δὲ
13. πάντως ἐν τοῖς κιρσοῖς ἐστι τὸ αἷμα, μελαγχολικῶν δ’ ἐστὶ
14. πλειστάκις τὸ πάθος, ἔστι δ’ ὅτε ἑτέρων ὠμῶν καὶ παχέων
15. χυμῶν.