Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 3.41, ed. Kühn, 1829, vol. 18a, p. 542-543. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:3.41


8. Ἀπὸ μὲν τοῦ ἱεροῦ ὀστέου ἄχρι τοῦ μεγάλου σφονδύλου,
9. παρ’ ὃν προσήρτηται τῶν σκελέων ἡ πρόσφυσις ἄχρι μὲν
10. τούτου κυφή. κύστις τε γὰρ καὶ γοναὶ καὶ ἀρχοῦ τὸ
11. χαλαρὸν ἐν τουτέῳ ἔκτισται.

13. Τὴν τῶν σκελῶν πρόσφυσιν ἔνεστιν ἀκούειν πολυειδῶς,
14. κυριώτατον μὲν ἴσως τὴν ἀπὸ τῆς κατ’ ἰσχίον διαρθρώσεως
15. ἥτις γίγνεται τοῦ μηροῦ τῆς κεφαλῆς συνδονουμένης τῷ κατ’
16. ἰσχίον ὀστῷ, διά τε τῶν πλατέων συνδέσμων καὶ τοῦ στρογγύλου,
17. καθ’ ὃν τῷ βαθυτάτῳ τῆς κοτύλης συμφύεται καὶ
18. διὰ τῶν μυῶν κινούντων τὴν τοῦ μηροῦ διάρθρωσιν, εἰκότως
1. ἂν λέγοιτο τοῖς ὑπερκειμένοις συμφύεσθαι τὸ σκέλος καὶ
2. μετὰ ταῦτα διὰ νεύρων, εἶτ’ ἔπειτα διὰ ἀρτηριῶν τε καὶ
3. φλεβῶν. ἔοικε δὲ νῦν ὁ Ἱπποκράτης τὴν διὰ τῶν νεύρων
4. προσάρτησιν δηλοῦν. εἰ δὲ τῶν κατὰ ὀσφῦν ἔσχατον σφόνδυλον
5. ὃ διαρθροῦται τῷ πλάτει γε καὶ ἱερῷ καλουμένῳ ὀστῷ
6. τῶν ἐπὶ τὰ σκέλη φερομένων νεύρων ἐστὶν ἡ ἔκφυσις. ἀλλὰ
7. καὶ τὸ ἵνα χρὴ τὸ ὑπὸ τοῦ τόπου κατ’ αὐτὴν εἷναι τὴν ῥάχιν,
8. ὑπὸ τοῦ κατὰ τὴν ἀνατομὴν φαινομένου μαρτυρεῖται
9. καὶ τὸ κύστιν καὶ γονὰς καὶ ἀρχοῦ τὸ χαλαρὸν
10. ἐν τούτῳ κεῖσθαι· διόπερ καὶ κυρτὸν ἔξωθεν ἐγένετο. γονὰς
11. δὲ εἴρηκε τὰ γεννητὰ μόρια, μήτραν μὲν ἐπὶ τῶν θηλειῶν,
12. ἐπὶ δὲ τῶν ἀνδρῶν τὰ σπερμάτικά τινα καλούμενα, χαλαρὸν
13. δ’ ἀρχοῦ κέκληκε τὸ μετὰ σφιγκτῆρα· καὶ γὰρ καὶ
14. ἐπίκειται τῷ ἱερῷ ὀστῷ τοῦτο καὶ ὄντως ἐστὶ χαλαρὸν οὐκ
15. ἔχων τοὺς σφίγγοντας μῦς τὸ πέρας τοῦ ἀπευθυσμένου.

Cliquer un n° de page pour en afficher l’image