11. Καὶ παραφύσιας ἔχει μυῶν τοῦτο μοῦνον τὸ χωρίον ἐκ τῶν
12. εἴσωθεν, ἃς δὴ καλέουσι ψόας.
14. Ἐκ ταύτης τῆς ῥήσεως μάλιστά τις τεκμήραιτο μὴ
15. συναριθμεῖν αὐτὸν τῇ ῥάχει τοὺς κατὰ τράχηλον σφονδύλους.
16. ὡς γὰρ ἐκ τοῦ πλατέος ὀστοῦ καὶ τῶν κατὰ θώρακα
17. σφονδύλων συγκειμένης ὅλης τῆς ῥάχεως, οὕτω παραφύσιας
1. ἔχει μυῶν τοῦτο μόνον τὸ ἔσωθεν. εἰ γὰρ δὴ καὶ τοὺς
2. κατὰ τράχηλον αὐτοῖς συνηρίθμει, ψευδὲς ἂν ἦν ἐναργῶς·
3. οὐ γὰρ μόνον τούτου τοῦ χωρίου παραφύσεις μυῶν ἔχοντος
4. καὶ τοῦ τραχήλου μεγάλους μῦς ἐκ τῶν ἔνδον μερῶν. οὐδὲ
5. γὰρ ἠγνόησέ τις αὐτοὺς ἀξιολόγους ὄντας, ὅπως καὶ οἱ μικρότεροι
6. μύες ἦσαν, οὐκ ἂν αὐτοὺς ἠγνόησεν. εἰ μέντοι
7. μόριόν τι τῶν ψοῶν ὑπὲρ τὴν τῶν φρενῶν ἀναγίνεται πρόσφυσιν,
8. οὐκ ἐπεσημήνατο τοῖς προκειμένοις νῦν οὐχ ἡγούμενος
9. ἁρμόττειν τὴν τοιαύτην ἀκριβολογίαν.