12. Ἀπὸ δὲ τούτου ἄχρι τοῦ μεγάλου σφονδύλου τοῦ ὑπὲρ τῶν
13. ἐπωμίδων ἰθυκύφη, ἔτι δὲ μᾶλλον δοκέῃ ἤ ἐστιν. ἡ γὰρ
14. ἄκανθα κατὰ μέσον ὑψηλοτάτας τὰς ἐκφύσιας τῶν ὀστέων
15. ἔχει, ἔνθεν δὲ καὶ ἔνθεν ἐλάσσους.
1. Ὀλίγον τι κατὰ τὸν θώρακα φαίνονται σιμούμενοι
2. τὰ ἔνδον τῶν ὀστῶν οἱ σφόνδυλοι. τὸ δ’ ὀπίσω
3. μέρος αὐτῶν ἱκανῶς κυφὸν φαίνεται διὰ τὴν τῆς ἀκάνθης
4. ἀπόφυσιν. ὃν δὲ λέγει μέγαν σφόνδυλον ὑπὲρ τῶν ἐπωμίδων
5. εἴσεσθαι καὶ δι’ ὑπομνήματος ἔρχεται πρὸς ἀνάμνησιν,
6. ἐν ᾧ περὶ τῶν ὀστῶν ἔγραψα. προσαρμόζειν δ’ ἡμᾶς
7. προσήκει τοίνυν τοῖς λεγομένοις ἐκεῖνα μὴ δεομένοις ὑπ’
8. ἐμοῦ πλὴν εἴ που λέξις ἐμπίπτοι χρῄζουσά τινος ἐξηγήσεως,
9. ἧς ἕνεκεν καὶ τὰ τοιαῦτα ὑπομνήματα γράφεται, καθάπερ
10. γε καὶ τὸ ἐπὶ τῇ προκειμένῃ νῦν ῥήσει.