13. Αὐτὸ δὲ τὸ ἄρθρον τοῦ αὐχένος λορδόν ἐστιν. ὁκόσοισι
14. μὲν οὖν κυφώματα γίνεται κατὰ τοὺς σφονδύλους ἔξωσις
15. μὲν μεγάλη ἀποῤῥαγεῖσα ἀπὸ τῆς συμφύσιος ἢ ἑνὸς σφονδύλου
16. ἢ καὶ πλειόνων οὐ μάλα πολλοῖσι γίνεται, ἀλλ’ ὀλίγοισιν.
17. οὐδὲ γὰρ τὰ τρώματα τὰ τοιαῦτα ῥηΐδιον γίνεσθαι,
18. οὔτε γὰρ ἐς τὸ ἔξω ἐξωθῆναι ῥηΐδιον ἐστιν, εἰ μὴ
1. ἐκ τοῦ ἔμπροσθεν ἰσχυρῷ τινι τρωθείη διὰ τῆς κοιλίης.
2. οὕτω δ’ ἂν ἀπόλοιτο ἢ εἴ τις ἀφ’ ὑψηλοῦ τοῦ χωρίου
3. πεσὼν ἐρείσειε τοῖσιν ἰσχίοισιν ἢ τοῖσιν ὤμοισιν· ἀλλὰ
4. καὶ οὕτως ἂν ἀποθάνοι, παραχρῆμα δὲ οὐκ ἂν ἀποθάνοι.
5. ἐκ δὲ τοῦ ὄπισθεν οὐ ῥηΐδιον τοιαύτην ἔξαλσιν γενέσθαι
6. ἐς τὸ εἴσω, εἰ μὴ ὑπέρβαρύ τι ἄχθος ἐμπέσοι.
7. τῶν τε γὰρ ὀστέων τῶν ἐκπεφυκότων ἔξωθεν ἕκαστον
8. τοιοῦτόν ἐστιν, ὥστε πρόσθεν ἂν αὐτὸ καταγείη, πρὶν ἢ
9. μεγάλην ῥοπὴν εἴσω ποιῆσαι τούς τε συνδέσμους
10. βιασάμενον.
12. Εἰς τὸ πρόσω ῥέπον δηλονότι, καὶ γὰρ φαίνεται τοῦτο.
13. δύο δὲ εἰσιν οἱ πρῶτοι σφόνδυλοι, καθ’ οὓς τὸ ἄρθρον γίγνεται
14. τοῦ αὐχένος, καθ’ ὃ λοιπὸν τρεῖς εἰσιν, ὧν οὐκ ἐμνημόνευσεν,
15. ὅπως ἔχουσι θέσεως ἐν τῷ μεταξὺ τοῦ δευτέρου
16. καὶ τοῦ ἕκτου, τρίτος καὶ τέταρτος καὶ πέμπτος. οἳ δὴ
17. μάλιστα φαίνονται θέσιν εὐθεῖαν ἔχοντες ὄντες καὶ ἄλλοι
18. μικρότατοι τῶν δύο σφονδύλων, καὶ μάλισθ’ ὁ τρίτος· ὁ γάρ
19. τοι τέταρτος ἢ μείζων ἐστὶν αὐτοῦ, καθάπερ καὶ τούτοις
1. πάλιν ὁ πέμπτος· ὁ δὲ ἕκτος οὐ τούτων μόνον, ἀλλὰ καὶ
2. τοῦ ἑβδόμου μείζων. οἱ δ’ ἀπὸ τοῦδε πάντες ἄχρι καὶ τοῦ
3. πέρατος τῆς ῥάχεως ἀλλήλων ἀνάλογον μείζους εἰσὶν ἐπ’
4. ἀνθρώπου ἐξειαζομένου τοῦ λόγου καὶ μετ’ αὐτὸν ἐπὶ πιθήκοις,
5. ὅσοι τὸ πρόσωπον ἀνθρωποειδέστερον ἔχουσι καὶ
6. μᾶλλον τῶν ἄλλων ὄρθιοι βαδίζουσιν, οὗτοι τά τ’ ἄλλα καὶ
7. τὴν τῶν ὀστῶν θέσιν ἂν ἐοίκασιν ἀνθρώποις ἔχουσι δέ τι
8. κοινὸν ἐν τῇ ῥάχει πρὸς τὰ ἄλλα ζῶα τὰ τετραπόδα τοῖς
9. ἀνθρώποις οὐχ ὑπάρχον. ἔστι γὰρ αὐτοῖς ὀσφὺς μακροτέρα
10. τῆς ἐπ’ ἀνθρώπου ἀνάλογον δηλονότι τοῦ μεγέθους τοῦ ἄλλου
11. ἐξεταζόντων ἡμῶν ἀνθρώποις μόνον ε΄ κατὰ τὴν ὀσφῦν
12. εἰσι σφόνδυλοι τοῖς πιθήκοις, ὥσπερ καὶ τοῖς ἄλλοις τετράποσίν
13. εἰσιν. ἐπισημήνασθαι δὲ προσήκει κατὰ τὸν ἐνεστῶτα
14. λόγον ὅτι προθέμενος εἰπεῖν περὶ τοῦ τῆς ῥάχεως σχήματος
15. ἀρξάμενός τε τοῦ λόγου κατὰ τήνδε τὴν λέξιν, αὐτὴ δὲ
16. ἡ ῥάχις κατὰ μῆκος ἰθυσκόλιός ἐστιν. ἐπὶ τελευτῇ τοῦ
17. λόγου προσέθηκεν, αὐτὸ δὲ τὸ ἄρθρον τοῦ αὐχένος
18. λορδόν ἐστι. δόξει γὰρ οὖν πάλιν ἐν τούτῳ καὶ τὸν τράχηλον
19. προσνέμειν τῇ ῥάχει.