5. Ἔπειτα ἐσμασάμενος ἐς τὴν κοιλίην ἐκ τοῦ εἴσωθεν τῇ χειρὶ
6. ἐς τὸ ἔξω ἀντωθέοι, καὶ ταῦτα νεκρῷ μὲν οἷόν τε ποιέειν,
7. ζῶντι δὲ οὐ πάνυ. διὰ τί οὖν ταῦτα γράφω; ὅτι οἴονταί
8. τινες ἰητρευκέναι ἀνθρώπους, οἶσιν εἴσωθεν ἔπεσον σφόνδυλοι
9. τελέως ὑπερβάντες τὰ ἄρθρα. καίτοι γε ῥηΐστην
10. ἐς τὸ περιγενέσθαι τῶν διαστροφέων ταύτην ἔνιοι νομίζουσι
11. καὶ οὐδὲν δεῖσθαι ἐμβολῆς, ἀλλ’ αὐτόματα ὑγιέα
12. γενέσθαι τὰ τοιαῦτα. ἀγνοέουσι δὲ πολλοὶ καὶ κερδαίνουσιν
13. ὅτι ἀγνοέουσι· πείθουσι γὰρ τοὺς θέλας, ἐξαπατῶνται
14. δὲ διὰ τόδε. οἴονται τὴν ἄκανθαν τὴν ἐξέχουσαν
15. κατὰ τὴν ῥάχιν ταύτην τοὺς σφονδύλους αὐτοὺς εἶναι,
16. ὅτι στρογγύλον αὐτῶν ἕκαστον φαίνεται ψαυόμενον, ἀγνοοῦντες
17. ὅτι τὰ ὀστέα ταῦτά ἐστι τὰ ἀπὸ τῶν σφονδύλων
18. πεφυκότα, περὶ ὧν ὁ λόγος ὀλίγῳ πρόσθεν εἴρηται.
1. οἱ δὲ σφόνδυλοι πολὺ προσωτέρω ἄπεισι. στενοτάτην γὰρ
2. πάντων ζώων ἄνθρωπος κοιλίην ἔχει ὡς ἐπὶ μεγέθει ἀπὸ
3. τοῦ ὄπισθεν ἐς τὸ ἔμπροσθεν ποτὶ καὶ κατὰ τὸ στῆθος.
4. ὅταν οὖν τι τούτων τῶν ὀστέων τῶν ὑπερεχόντων ἰσχυρῶς
5. καταγῇ, ἤν τε πλείω ταύτῃ ταπεινότερον τὸ χωρίον
6. γίνεται ἢ τὸ ἔνθεν καὶ ἔνθεν. διὰ τοῦτο ἐξαπατῶνται
7. οἰόμενοι τοὺς σφονδύλους εἴσω οἴχεσθαι, προσεξαπατᾷ
8. δὲ ἔτι αὐτοὺς καὶ τὰ σχήματα τῶν τετρωμένων· ἢν μὲν
9. γὰρ πειρῶνται καμπύλεσθαι, ὀδυνῶνται ὀστέα τὰ περιτενέος
10. γιγνομένου ταύτῃ τοῦ δέρματος ᾗ τέτρωται καὶ ἅμα
11. τὰ κατεηγότα ἐνθράσσει οὕτω μᾶλλον τὸν χρῶτα, ἢν δὲ
12. λορδαίνουσι ῥᾴους εἰσί. χαλαρώτερον γὰρ τὸ δέρμα κατὰ
13. τὸ τρῶμα γίνεται καὶ τὰ ὀστέα ἧσσον ἐνθράσσει, ἀτὰρ
14. καὶ ἤν τις ψαύῃ αὐτῶν κατὰ τοῦτο, ὑπείκουσι λορδοῦντες
15. καὶ τὸ χωρίον κενὸν καὶ μαλθακὸν ψαυόμενον ταύτῃ
16. φαίνεται. ταῦτα πάντα τὰ εἰρημένα προσεξαπατᾷ τοὺς
17. ἰητρούς. ὑγιέες δὲ ταχέως καὶ ἀσινέως αὐτόματοι οἱ
1. τοιοῦτοι γίνονται. ταχέως γὰρ πάντα τὰ τοιαῦτα
2. ὀστέα ἐπιπωροῦται ὅσα χαῦνά ἐστιν.
4. Ἐσμασάμενος τουτέστι ἐντιθεὶς εἰς βάθος τὴν χεῖρα
5. χάριν τοῦ διαζητῆσαί τι τῶν ἐν αὐτῷ.