16. Χρὴ δὲ τὴν κατασκευὴν τοῦ διαναγκαζομένου τοιήνδε κατεσκευάσθαι.
17. ἔξεστι μὲν ξύλον ἰσχυρὸν καὶ πλατὺ ἐντομὴν
18. παραμήκεα ἔχον κατορύξαι, ἔξεστι δὲ καὶ ἀντὶ τοῦ
1. ξύλου ἐν τοίχῳ ἐντομὴν παραμήκεα ἐντεμεῖν ἢ πήχεϊ ἀνωτέρω
2. τοῦ ἐδάφεος ἢ ὅκως ἂν μετρίως ἔχῃ, ἔπειτα οἷον
3. στύλον δρύϊνον, τετράγωνον, πλάγιον παραβάλλειν ἀπολείποντα
4. ἀπὸ τοῦ τείχου, ὅσον παρελθεῖν τινα, ἢν δέῃ, καὶ
5. ἐπὶ μὲν τὸν στύλον ἐπιστορέσαι ἢ χιτῶνας ἢ ἄλλο τι ὃ
6. μαλθακὸν μὲν ἔσται, ὑπείξει δὲ μὴ μέγα, τὸν δὲ ἄνθρωπον
7. πυριῆσαι. ἢν δὲ δέχηται, πολλῷ καὶ θερμῷ
8. λούσας, κἄπειτα πρηνέα κατακλῖναι κατατεταμένον, καὶ
9. τὰς μὲν χεῖρας αὐτοῦ παρατείναντα κατὰ φύσιν, προσδῆσαι
10. πρὸς τὸ σῶμα. ἱμᾶντι δὲ μαλθακῷ ἱκανῷ πλατέϊ τε καὶ
11. μακρῷ ἐκ δύο διαντέων ξυμβεβλημένῳ μέσῳ, κατὰ μέσον
12. τὸ στῆθος δὶς περιβεβλῆσθαι χρὴ ὡς ἐγγυτάτω τῶν μασχαλέων,
13. ἔπειτα τὸ περισσεῦον τῶν ἱμάντων κατὰ τὴν
14. μασχάλην, ἑκάτερον περὶ τοὺς ὤμους περιβεβλήσθω, ἔπειτα
15. αἰ ἀρχαὶ πρὸς ξύλον ὑπεροειδές τι προσδεδέσθωσαν ἁρμόζουσαι
16. κατὰ μῆκος τῷ ξύλῳ τῷ ὑποτεταμένῳ
17. πρὸς ὅ τι προσβάλλον τὸ ὑπεροειδὲς ἀντιστηρίζοντα κατατείνει.
18. τοιούτῳ δέ τινι ἑτέρῳ δεσμῷ χρὴ ἄνωθεν τῶν
1. γουνάτων δήσαντα καὶ ἄνωθεν τῶν πτερνέων τὰς ἀρχὰς
2. τῶν ἱμάντων πρὸς τοιοῦτό τι ξύλον προσδῆσαι, ἄλλῳ δὲ
3. ἱμᾶντι πλατέϊ καὶ μαλθακῷ καὶ δυνατῷ ταινιοειδέϊ πλάτος
4. ἔχοντι καὶ μῆκος ἱκανὸν ἰσχυρῶς περὶ τὰς ἰξύας κύκλῳ
5. περιδεδέσθαι, ὡς ἐγγύτατα τῶν ἰσχίων, ἔπειτα τὸ
6. περισσεῦον τοῦ ταινιοειδέος ἅμα ἀμφοτέρας τὰς ἀρχὰς
7. τῶν ἱμάντων πρὸς τὸ ξύλον προσδῆσαι τῶν ποδῶν, κἄπειτα
8. κατατείνειν ἐν τούτῳ σχήματι καὶ ἔνθεν καὶ ἔνθεν,
9. ἅμα μὲν ἰσοῤῥόπως, ἅμα δὲ ἐς ἰθύ. οὐδὲν γὰρ ἂν μέγα
10. κακὸν ἡ τοιαύτη κατάτασις ποιήσῃ, εἰ χρηστῶς σκευασθείη·
11. εἰ μὴ ἄρα ἐξεπίτηδές τις βούλοιτο τείνεσθαι. τὸν
12. δὲ ἰητρὸν χρὴ ἢ ἄλλον ὅστις ἰσχυρὸς καὶ μὴ ἀμαθὴς
13. ἐπιθέντα τὸ θέναρ τῆς χειρὸς ὑπὸ τὸ ὕβωμα καὶ τὴν
14. ἑτέρην χεῖρα προσεπιθέντα ἐπὶ τὴν ἑτέρην καταναγκάζειν
15. προσξυνιέντα, ἤν τε ἐς ἰθὺ ἐς τὸ κάτω πεφύκῃ καταναγκάζεσθαι,
16. ἤν τε πρὸς τῆς κεφαλῆς, ἤν τε πρὸς τῶν
17. ἰσχίων. καὶ ἀσινεστάτη μὲν αὕτη ἡ ἀνάγκη. ἀσινὲς δὲ
18. καὶ ἐπικαθίζεσθαί τινα πρὸς τὸ κύφωμα τοῦ ἅμα κατατεινομένου
1. ἐνσεῖσαι μετεωρισθέντα, ἀτὰρ καὶ ἐπιβῆναι
2. τῷ ποδὶ καὶ ὀχηθῆναι ἐπὶ τὸ κύφωμα ἡσύχως τε ἐπενσεῖσαι
3. οὐδὲν κωλύει. τὸ τοιοῦτο δὲ ποιῆσαι μετρίως
4. ἐπιτήδειος ἄν τις εἴη τῶν ἐπὶ παλαίστραν εἰθισμένων.
5. δυνατωτάτη μέντοι τῶν ἀναγκαίων ἐστὶν, εἰ ὁ μὲν τοῖχος
6. ἐντετμημένος εἴη, τὸ δὲ ξύλον τὸ κατορωρυγμένον ᾗ ἐντέτμηται
7. κατωτέρω εἴη τῆς ῥάχιος τοῦ ἀνθρώπου, ὁκόσῳ
8. ἂν δοκέῃ μετρίως ἔχειν, σανὶς δὲ φιλυρίνη μὴ λεπτὴ
9. ἐνείη ἢ καὶ ἄλλου τινὸς ξύλου, ἔπειτα ἐπὶ τὸ ὕβωμα
10. ἐπιτεθείη ἢ τρύχιόν τι πολύπτυχον ἢ μικρόν τι σκύτινον
11. ὑποκεφάλαιον, ὡς ἐλάχιστα μὴν ὑποκεῖσθαι ξυμφέρει, μόνον
12. προμηθεόμενον ὡς μὴ ἡ σανὶς ὑπὸ σκληρότητος ὀδύνην
13. παρὰ καιρὸν προσπαρέχῃ. κατὰ ἴξιν δὲ ἔστω ὡς
14. μάλιστα τῇ ἐντομῇ τῇ ἐς τὸν τοῖχον τὸ ὕβωμα. ὡς ἂν
15. ἡ σανὶς ᾗ μάλιστα ἐξέστηκε ταύτῃ μάλιστα πιέζῃ ἐπιτεθεῖσα.
16. ὅταν δὲ ἐπιτεθῇ τὸν μέν τινα καταναγκάζειν
17. χρὴ τὸ ἄκρον τῆς σανίδος, ἥν τε ἕνα δέῃ, ἤν τε δύο.
18. τοὺς δὲ κατατείνειν τὸ σῶμα κατὰ μῆκος, ὡς πρόσθεν
1. εἴρηται, τοὺς μὲν τῇ, τοὺς δὲ τῇ. ἔξεστι δὲ καὶ ὀνίσκοισι
2. τὴν κατάτασιν ποιέεσθαι ἢ παρακατορύξαντα παρὰ τὸ ξύλον
3. ἢ ἐν αὐτῷ τῷ ξύλῳ τὰς φλιὰς τῶν ὀνίσκων ἐντεκτηνάμενον,
4. ἤν τε ὀρθὰς ἐθέλῃς ἑκατέρωθεν μικρὸν ὑπερεχούσας,
5. ἤν τε κατὰ κορυφὴν τοῦ ξύλου ἔνθεν καὶ ἔνθεν.
6. αὗται αἱ ἀνάγκαι εὐταμίευτοί εἰσι καὶ ἐς τὸ ἰσχυρότατον
7. καὶ τὸ ἧσσον καὶ ἰσχὺν ἔχουσι τοιαύτην, ὥστε καὶ εἴ τις
8. ἐπὶ λύμῃ βούλοιτο, ἀλλὰ μὴ ἐπὶ ἰητρείῃ ἐς τοιαύτας
9. ἀνάγκας ἀγαγεῖν, κἀν τούτῳ ἰσχυρῶς δύνασθαι· καὶ γὰρ
10. ἂν κατατείνων κατὰ μῆκος μοῦνον ἔνθεν καὶ ἔνθεν, οὕτω
11. καὶ ἄλλην ἀνάγκην οὐδεμίην προστιθεὶς, ὅμως κατατείνειεν
12. ἄν τις, ἀλλὰ μὴν καὶ ἢν μὴ κατατείνων. αὐτῇ δὲ μοῦνον
13. τῇ σανίδι οὕτως εἰ ποιέει τις καὶ οὕτως ἱκανῶς καταναγκάσειε.
14. καλαὶ οὖν αἱ τοιαῦται ἰσχύες εἰσὶν, ᾗ ἔξεστι
15. καὶ ἀσθενεστέρῃσι καὶ ἰσχυροτέρῃσι χρέεσθαι αὐτὸν
16. ταμιεύοντα, καὶ μὲν δὴ καὶ κατὰ φύσιν γε ἀναγκάζουσι.
17. τὰ μὲν γὰρ ἐξεστεῶτα ἐς τὴν χώρην ἀναγκάζει καὶ ἡ ἵππωσις
18. ἰέναι, τὰ δὲ ξυνελθόντα κατὰ φύσιν κατατείνουσιν
1. αἱ κατὰ φύσιν κατατάσιες. οὔκουν ἐγὼ ἔχω τουτέων
2. ἀνάγκας καλλίους οὐδὲ δικαιοτέρας.
4. Τὰ ἐφεξῆς ἅπαντα σαφῶς ἑρμηνεύοντι,
5. δι’ ὧν νῦν καὶ ἔστιν ὅτε παρακολουθεῖ τις λεγομένοις, οὔτε
6. ἐξηγήσεως, ἀλλὰ δείξεώς ἐστιν αὐτοῦ χρεία. καὶ μέντοι καὶ
7. τὰ ὑπομνήματα τοῖς ἑωρακόσιν ἤδη τὰς τοιαύτας ἐνεργείας
8. γράφεται. λέλεκται δέ μοι καὶ πρόσθεν ὅτι τὰ οὕτω σαφῶς
9. ὑπ’ αὐτοῦ γεγραμμένα μὴ νοήσας τις κατὰ τὴν πρώτην
10. ἐπιβολὴν καὶ δὶς καὶ τρὶς καὶ πλεονάκις ἀναγνώτω προσέχων
11. τὸν νοῦν. εἰ γὰρ τοῦτο ποιήσῃ, πάντως ταῦτ’ ἐννοήσει σαφῶς
12. ἑρμηνευόμενον.