18. Ἤδη δέ τισιν ἔλυσε καὶ ἡ δυσεντερίη πολυχρόνιος γινομένη.
1. Ὅταν εἰς ἔντερα μετάληψις γένηται τῶν παρὰ φύσιν
2. χυμῶν ἐπὶ δυσεντερίᾳ, τῶν ἐντέρων ξυομένων τῇ δριμύτητι
3. τῶν εἰς αὐτὰ συῤῥεόντων χυμῶν ἐκπυϊσκομένων δηλονότι
4. τῶν φυμάτων. οὐδὲ γὰρ ἄλλως οὐδὲ συῤῥαγεῖέν ποτ’ εἰς
5. ἔντερα διὰ τὸ πάχος αὐτῶν. αἱ δ’ ἐκπυήσεις λεπτύνουσί
6. τε τοὺς παχεῖς χυμοὺς καὶ τὴν ἐν τοῖς πάσχουσι μορίοις
7. φύσιν ἐπεγείρουσιν εἰς ἀπόκρισιν ἀνιαρῶν ἤδη τῶν περιεχομένων
8. χυμῶν.