15. Ἡ γὰρ κατ’ αὐτὴν τὴν ἄκανθαν ἰθυωρία τῆς κατατάσιος
16. κάτωθέν τε καὶ κατὰ τὸ ἱερὸν ὀστέον καλεόμενον οὐκ ἔχει
17. ἐπιλαβὴν οὐδεμίην, ἄνωθεν δὲ κατὰ τὸν αὐχένα καὶ κατὰ
18. τὴν κεφαλὴν ἐπιλαβὴν μὲν ἔχει, ἀλλ’ ἐς ἰδέην γε ἀπρεπής.
1. ταύτῃ τοι γενομένη ἡ κατάτασις καὶ ἄλλας βλάβας
2. ἂν προσπαρέχει πλεονασθεῖσα. ἐπειρήθην δὲ δή ποτε
3. ὕπτιον τὸν ἄνθρωπον κατατείνας ἀσκὸν ἀφύσητον ὑποθεῖναι
4. ὑπὸ τὸ ὕβωμα, κἄπειτα αὐλὸν ἐκ χαλκείου ἐς τὸν
5. ἀσκὸν τὸν ὑποκείμενον ἐνιέντα φυσᾷν, ἀλλά μοι οὐκ εὐπορεῖτο.
6. ὅτε γὰρ εὖ κατατείνοιμι τὸν ἄνθρωπον, ἡσσᾶτο
7. ὁ ἀσκὸς καὶ οὐκ ἠδύνατο ἡ φῦσα ἐπαναγκάζεσθαι· καὶ
8. ἄλλως ἕτοιμον περιολισθαίνειν ἦν, ἅτε ἐς τὸ αὐτὸ ἀναγκαζόμενον
9. τό τε τοῦ ἀνθρώπου ὕβωμα καὶ τὸ τοῦ ἀσκοῦ
10. πληρουμένου κύρτωμα. ὅτε δ’ αὖ μὴ κάρτα κατατείνουσι
11. τὸν ἄνθρωπον, ὁ μὲν ἀσκὸς ὑπὸ τῆς φύσης ἐκυρτοῦτο, ὁ
12. δὲ ἄνθρωπος πάντῃ μᾶλλον ἐλορδαίνετο ἢ συνέφερεν.
13. ἔγραψα δὲ ἐπίτηδες τοῦτο. καλὰ γὰρ καὶ ταῦτα μαθήματά
14. ἐστιν, ἃ πειρηθέντα ἀπορηθέντα ἐφάνη καὶ δι’ ἅπερ
15. ἠπορήθη.
17. Αὐτὸς ἂν ἐπιλαβὴν εἴρηκε τὴν οἷον ἀντιλαβὴν καὶ ἀντίληψιν,
18. ὥστε στηριχθῆναι τοὺς περιβαλλομένους τροχοὺς
1. πρός τε τῶν ἐξεχόντων ἕνεκα τοῦ ἀπορεῖν. κατὰ μὲν τὸ
2. ἱερὸν ὀστέον οὐδὲν ἔχει τοιοῦτον ἄνωθέν τ’ ἢν τό τέ τι ἔχῃ
3. καὶ τὴν κεφαλὴν, ἅμα φαίνοιτ’ ἂν ὁ ἄνθρωπος πνιγόμενος,
4. εἴ τις ἐνταῦθα περιλάβοι, καὶ κατὰ τοῦτ’ ἂν ἀπρεπὴς ἡ
5. κατάτασις φαίνοιτο. καὶ μέντοι καὶ βλάβας ἂν παράσχοι εἰ
6. ὀλισθῇ τὸν βρόχον τις ἐπὶ τὸν λάρυγγα.