Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 3.51, ed. Kühn, 1829, vol. 18a, p. 560-563. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:3.51


9. Ὅσοισι δὲ ἐς τὸ εἴσω σκολιαίνονται οἱ σφόνδυλοι ὑπὸ πτώματος
10. ἢ καὶ ἐμπεσόντος τινὸς βαρέος, εἷς μὲν οὐδεὶς
11. τῶν σφονδύλων μέγα ἐξίσταται κάρτα ὡς ἐπὶ τὸ πολὺ ἐκ
12. τῶν ἄλλων. ἢν δὲ ἐκστῇ μέγα ἢ εἷς ἢ πλείονες, θάνατον
13. φέρουσιν, ὥσπερ δὴ καὶ πρόσθεν εἴρηται, κυκλώδης καὶ
14. αὕτη καὶ οὐ γωνιώδης γίνεται ἡ παραλλαγή. οὖρα μὲν
15. οὖν τοῖσι τοιούτοισι καὶ ἀπόπατος μᾶλλον ἴσχεται ἢ τοῖσιν
16. ἔξω κυφοῖσι καὶ πόδες καὶ ὅλα τὰ σκέλεα ψύχεται
17. μᾶλλον καὶ θανατηφόρα ταῦτα μᾶλλον ὧν ἔφην. καὶ ἢν
18. περιγένωνται δὲ ῥυώδεες τὰ οὖρα μᾶλλον οὗτοι
1. καὶ τῶν σκελέων ἀκρατέστεροι καὶ ναρκωδέστεροι. ἢν δὲ
2. καὶ ἐν τῷ ἄνω μέρει μᾶλλον τὸ λόρδωμα γένηται, παντὸς
3. τοῦ σώματος ἀκρατέες καὶ νεναρκωμένοι γίνονται.
4. μηχανὴν δὲ οὐκ ἔχω οὐδεμίην ἔγωγε, ὅκως χρὴ τὸν τοιοῦτον
5. ἐς τὸ αὐτὸ καταστῆσαι· καὶ εἰ μή τινα ἡ κατὰ τῆς
6. κλίμακος κατάσεισις ὠφελέειν οἵη τε εἴη ἢ καὶ ἄλλη τις
7. τοιαύτη ἴησις ἢ κατάσεισις, οἵηπερ ὀλίγῳ πρόσθεν εἴρηται.
8. κατανάγκασιν δὲ σὺν τῇ κατασείσει οὐδεμίην ἔχω
9. ἥτις ἂν γίνοιτο, ὥσπερ τῷ κυφώματι τὴν κατανάγκασιν
10. ἡ σανὶς ἐποιέετο. πῶς γὰρ ἄν τις ἐκ τοῦ ἔμπροσθεν διὰ
11. τῆς κοιλίης ἀναγκάσαι δύναιτο; οὐ γὰρ οἷόν τε, ἀλλὰ μὴν
12. οὔτε βῆχες οὔτε πταρμοὶ οὐδεμίην δύναμιν ἔχουσιν, ὥστε
13. τε τῇ τάσει συντιμωρέειν, οὐ μὴν οὐδ’ ἔνεσις φύσης
14. ἐνιεμένης ἐς τὴν κοιλίην οὐδὲν ἂν δυνηθῇ. καὶ μὴν αἱ
15. μεγάλαι σικύαι προσβαλλόμεναι ἀνασπάσιος εἵνεκα δῆθεν.
16. τῶν εἴσω ῥεπόντων σφονδύλων μεγάλη ἁμαρτὰς γνώμης
17. ἐστίν. ἀπωθέουσι γὰρ μᾶλλον ἢ ἀνασπῶσι καὶ οὐδ’ αὐτὸ
18. τοῦτο γιγνώσκουσιν οἱ προσβάλλοντες. ὅσῳ γὰρ ἄν τις
1. μείζω προσβάλλῃ, τοσούτῳ μᾶλλον λορδοῦντες οἱ προσβληθέντες
2. συναναγκαζομένου ἄνω τοῦ δέρματος. τρόπους
3. δὲ ἄλλους κατασεισίων ἢ οἶοί τε πρόσθεν εἴρηνται, ἔχοιμ’
4. ἂν εἰπεῖν, ἁρμόσαι οὓς ἄν τι δοκέῃ τῷ παθήματι μᾶλλον,
5. ἀλλ’ οὐ κάρτα πιστεύω αὐτοῖς, διὰ τοῦτο οὐ γράφω.
6. ἀθρόον δὴ ξυνιέναι χρὴ περὶ τούτων ὧν ἐν κεφαλαίῳ εἴρηται.
7. ὅτι τὰ μὲν εἰς τὸ λορδὸν ῥεύσαντα ὀλέθριά εἰσι
8. καὶ σινόμωρα, τὰ δὲ ἐς τὸ κυφὸν ἀσινέα θανάτου καὶ
9. οὔρων σχεσίων καὶ ἀποναρκωσίων τὸ ἐπίπαν.

11. Περὶ τῆς ἔσω μεταστάσεως τῶν σφονδύλων γράφει
12. ταῦτα, χαλεπωτέραν αὐτὴν τῆς ἔξω λέγων εἶναι, καὶ ἡ αἰτία
13. πρόδηλος. καὶ γὰρ ἔσω ῥέπει τὰ νεῦρα πάντα τὰ ἀπὸ
14. τοῦ νωτιαίου πεφυκότα. θλίβεται οὖν ἐν ταῖς τοιαύταις
15. μεταστάσεσι μᾶλλον ἤπερ ἐν ταῖς ἔξω. σὺν τούτοις
16. δὲ καὶ τὰ ἐπικείμενα μόρια τῇ ῥάχει θλίβεται πάντα καὶ
17. κατὰ τοῦτο καὶ τῆς κύστεως τὸ ἄνω πέρας θλίβεταί ποτε.
18. καὶ μέντοι καὶ κατὰ συμπάθειαν εἰς φλεγμονὴν ἀφίξεται
1. πάντα καὶ διὰ τοῦτ’ οὔτε ἡ κύστις οὖρον ἐκκρίνει οὔτε τὰ
2. ἔντερα ἀπόπατον. τῆς γὰρ ἐκκριτικῆς δυνάμεως, ἥτις ἐστὶ
3. μία τῶν φυσικῶν, πάθος ἐστὶν ἴσχεσθαι τὸ οὖρον καὶ τὸ
4. ἀπόπατον. τὸ δὲ ναρκώδη γίνεσθαι τὰ μόρια τῆς τῶν νεύρων
5. βλάβης ἐστίν. ἐκ μὲν οὖν τῆς κατὰ τὰ ἔντερα καὶ
6. τὴν κύστιν βλάβης ἄχρι περ ἂν παύσεται φλεγμαίνοντα, κίνδυνος
7. ἀπολέσθαι τὸν ἄνθρωπον καὶ δι’ ἄκρα καὶ ἀκώρω
8. ἔντερα διαμένει καὶ διὰ τοῦτο καὶ ὁ σφίγγων τὴν κύστιν
9. μῦς οὐκ ἐᾷ ἀκριβῶς ἐνεργῶν ἐπιτρέπειν τοῖς οὔροις. εἰκὸς
10. καὶ δήπου καὶ τὸν ἐπὶ τῆς ἕδρας μῦν τὸν σφιγκτῆρα καλούμενον
11. τὴν αὐτὴν ἀτονίαν ἔχειν.

Cliquer un n° de page pour en afficher l’image