14. Οὐ γὰρ ἐντείνει τοὺς ὀχετοὺς τοὺς κατὰ τὴν κοιλίην οὐδὲ
15. κωλύει εὐρόους εἶναι ἡ εἰς τὸ ἔξω κύφωσις, ἡ δὲ λόρδωσις
16. ταῦτα ἀμφότερα ποιέει καὶ ἐς τἆλλα πολλὰ
17. προσγίνεται.
1. Κατὰ τὴν προγεγραμμένην ῥῆσιν εἰρηκὼς οὖρα
2. μὲν οὖν τοῖσι τοιούτοισι καὶ ἀπόπατος μᾶλλον ἴσχεται ἢ
3. τοῖσιν ἔξω κυφοῖσι, νῦν τὴν αἰτίαν προσέθηκεν εἰπών· οὐ
4. γὰρ ἐντείνει τοὺς ὀχετοὺς τοὺς κατὰ τὴν κοιλίαν δηλονότι
5. τὰς ἐκροὰς εἰπὼν, τήν τε κατὰ κύστιν καὶ τὴν κατὰ τὴν
6. ἕδραν. ἐντείνεσθαι δὲ τὰ μόρια δι’ ὧν αὗται γίνονται κατά
7. τε τὴν θλίψιν, ἣν ἐκ τῆς τῶν σφονδύλων εἴσω μεταστάσεως
8. ἴσχουσιν, εἰκός ἐστι καὶ πρὸς τῆς κατὰ τὰ νεῦρα συμπαθείας.