11. Ἐπεί τοι πολὺ πλείονες σκελέων τε καὶ χειρῶν ἀκρατέες
12. γίνονται καὶ καταναρκοῦνται τὸ σῶμα καὶ οὖρα τούτοισιν
13. ἴσχεται, οἷσιν ἂν μὴ ἐκστῇ μὲν τὸ ὕβωμα μήτε ἔξω
14. μήτε ἔσω, σεισθέωσι δὲ ἰσχυρῶς ἐς τὴν ἰθυνίην τῆς ῥάχιος.
15. οἷσι δὲ ἂν ἐκστῇ μὲν τὸ ὕβωμα, ἧσσον τοιαῦτα
16. πάσχουσιν.
18. Ἐνταῦθα τὴν ὕβωμα φωνὴν ὡς γενικόν τι σημαῖνον
19. ἀνέγραψεν ἐπὶ πάσης εἰπὼν, τῆς τῶν σφονδύλων εἰς τὸ παρὰ
1. φύσιν ἐκτροπῆς, ὅλος δὲ ὁ λόγος εὔδηλος. ἐπὶ γὰρ τὴν τετάρτην
2. διαφορὰν τῶν κατὰ τὴν ῥάχιν παθῶν ἀφικνεῖται τῷ
3. λόγῳ. καλοῦσι δὲ αὐτὴν σεῖσιν, ὅταν αἱ ἁρμονίαι σύμπασαι
4. διακινηθῶσι τῶν σφονδύλων τῆς ῥάχεως καὶ κινδυνεύσει
5. διασπασθῆναί τε καὶ θλασθῆναι διασεισθείσης σφοδρῶς
6. αὐτῆς, καί φησι τοῦτο πολὺ χεῖρον εἶναι τῶν ἄνευ τοῦ
7. διασεισθῆναι γιγνομένων διαστροφῶν τῆς ῥάχεως. εἶθ’ ἑξῆς
8. ὅτι καὶ ταῖς πλευραῖς καταγνυμέναις τοιοῦτόν γέ τι συμβαίνει
9. διήγηται.