12. Πολλὰ δὲ καὶ ἄλλα ἐν ἰητρικῇ ἄν τις θεάσαιτο, ὦν τὰ μὲν
13. ἰσχυρὰ ἀσινέα ἐστὶ, καθ’ ἑωυτὰ τὴν κρίσιν ὅλην λαμβάνοντα
14. τοῦ νοσήματος, τὸ δὲ ἀσθενέστερα σινόμωρα καὶ
15. ἀποτόκους νοσημάτων χρονίους ποιέοντα καὶ κοινωνέοντα
16. καὶ τῷ ἄλλῳ σώματι ἐπὶ πλέον.
18. Προειρηκὼς περὶ τοῦ κατὰ ῥάχιν πάθους ὃ προσαγορεύουσι
19. σεῖσιν ἄνευ τοῦ μεταστῆναι σφόνδυλόν τινα γενόμενον
1. ἐν τῇ ἐφεξῆς γραφῇ πολλὰ λέγει τῶν κατ’ ἰατρικὴν ἐπιεικέστερα
2. κατ’ ἀλήθειαν εἶναι, κἂν φαίνηται χαλεπώτερα.
3. συμβαίνει δ’ ἐκεῖνα τῶν παθῶν, ἐφ’ ὧν συμπάθειαί εἰσι
4. μείζους, ὡς ὅσα γε μηδεμίαν ἐπιφέρει μορίων κυρίων συμπάθειαν,
5. ἀλλὰ καθ’ ἑαυτὰ ποιεῖται τὴν κρᾶσιν, ἧττόν ἐστι
6. χαλεπὰ καὶ ἰσχυρότερά σοι κατασκευαῖς. ἐφεξῆς οὖν ὡς ἐν
7. παραδείγματος μέρει μνημονεύει τῶν κατὰ τὰς πλευρὰς παθῶν
8. ὑποδεικνύων, ἔνια μὲν αὐτῶν εἶναι τὴν φαντασίαν μόνον,
9. ἔνια δὲ τῇ δυνάμει χαλεπά.