Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 3.55, ed. Kühn, 1829, vol. 18a, p. 566-568. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:3.55


12. Ἐπεὶ καὶ πλευρέων κάτηξις τοιοῦτόν τι πέπονθεν·
13. οἷσι μὲν γὰρ ἂν καταγῇ πλευρὴ μία ἢ πλέονες, ὡς τοῖσι
14. πλείστοισι κατάγνυται μὴ διασχόντα τὰ ὀστέα ἐς τὸ εἴσω
15. μέρος, μηδὲ ψιλωθέντα, ὀλίγοι μὲν ἤδη ἐπυρέτηναν· ἀτὰρ
16. οὐδὲ αἷμα πολλοὶ ἤδη ἔπτυσαν, οὐδὲ ἔμπυοι πολλοὶ γίνονται,
17. οὐδὲ ἔμμοτοι, οὐδὲ ἐπισφακελίσιες τῶν ὀστέων,
18. δίαιτά τε φαύλη ἀρκέει.

1. Ὅτι τὸ σύμμετρον τοῦ λόγου σαφήνειαν συντελεῖ, μαθεῖν
2. ἐστιν οὐχ ἥκιστα καὶ ἐκ τῆς προκειμένης ῥήσεως μακρᾶς
3. οὔσης. ἐγὼ τὸ πρῶτον μέρος ἄρτι προεχειρισάμην·
4. ἐκ τινὸς γὰρ ἐπὶ πλεῖον ὁ Ἱπποκράτης ἀσάφειάν τινα ἐργάσατο,
5. διὰ βραχέων δ’ ἂν οὕτως ἑρμηνεύοιτο. τὰ κατάγματα
6. τῶν πλευρῶν, ὅταν ἁπλᾶ καὶ μόνα γένηται, τὴν μὲν
7. φαντασίαν χαλεπωτέραν τῶν περιθλάσεων ἔχει, τῇ δυνάμει
8. δὲ ἐπιεικεστέραν, θεραπεύεται γὰρ ἄνευ κινδύνου τάχιστα.
9. χωρὶς δὲ κατάγματος ὅταν περὶ τὰς πλευρὰς σάρκες θλασθῶσιν,
10. εἰς μέγιστον ἐνίοτε κίνδυνον ἥκουσιν οἱ οὕτω παθόντες.
11. τὸ μὲν κεφάλαιον τοῦ λόγου τοῦτο· τὰ δὲ κατὰ
12. μέρος ἐφεξῆς ἴδωμεν, εἰ ἐν τῷ πρώτῳ μέρει τῆς ῥήσεως,
13. ὅπερ ἐγὼ διὰ βραχέων εἶπον, ὅταν ἁπλᾶ καὶ μόνα γένηται
14. τὰ κατάγματα τῶν πλευρῶν. ὁ δὲ Ἱπποκράτης εἴρηκεν,
15. ὅπερ ἐξηγούμενος ἔγραψε, μὴ διασχόντα τὰ ὀστᾶ εἰς τὸ
16. ἔσω μέρος εἰπὼν, τὴν εὐρυχωρίαν τοῦ θώρακος εἰς ἣν ἀδύνατόν
17. ἐστι διασχεῖν ὀστῷ τῷ κατ’ αὐτὸν ἄνευ τοῦ γυμνωθῆναι
18. μὲν αὐτὸ τὸ ὀστοῦν ἁπάσης τῆς περικειμένης σαρκὸς,
1. διατμηθῆναι δὲ τὸν ὑπεζωκότα καλούμενον ὑμένα. διὰ τοῦτο
2. μὲν οὖν ἐδήλωσε τὸ ἁπλοῦν τοῦ κατάγματος, διά τε τῶν
3. ἐφεξῆς τὸ ἐπιεικὲς, ὀλίγους μὲν εἰπὼν ἐπιπυρέττειν, πτύσαι
4. δὲ αἷμά τινα σπανίως, ὥσπερ γε καὶ ἔμπυον καὶ ἔμμοτον
5. γενέσθαι, σφακελίσαι τε τὸ τῆς πλευρᾶς ὀστοῦν· διὸ καὶ
6. τὴν δίαιταν αὐτοῖς ἐξαρκέσειν φαύλην. ἔμαθες δὲ ὅτι φαύλην
7. ἀεὶ λέγει τὴν ἐναντίαν τῇ ἀκριβεῖ τὴν ἐπιτυχοῦσαν. ἐν
8. μὲν οὖν τῷ προκειμένῳ μορίῳ τῆς ἄλλης αὐτοῦ ῥήσεως ὅλη
9. διάνοια τοιαύτη τίς ἐστιν. ἴδωμεν δὲ ἐφεξῆς τὰ λοιπά.

Cliquer un n° de page pour en afficher l’image