12. Ἢν γὰρ μὴ πυρετὸς ξυνεχὴς ἐπιλαμβάνῃ αὐτοὺς
13. καὶ κενεαγγέειν κάκιον τοῖσι τούτοισιν ἢ μὴ κενεαγγέειν
14. καὶ ἐπωδυνέστερον καὶ πυρετωδέστερον καὶ βηχωδέστερον.
15. τὸ γὰρ πλήρωμα τὸ μέτριον τῆς κοιλίης διόρθωμα τῶν
16. πλευρέων γίνεται. ἡ δὲ κένωσις κρεμασμὸν μὲν τῇσι
17. πλευρῇσι ποιέει, ὁ δὲ κρεμασμὸς ὀδύνην.
1. Ὁ τῆς κοιλίης ὄγκος στήριγμά τι γίνεται ταῖς πλευραῖς,
2. διὸ καὶ ὅσοι μείζονας ἔχουσι τὰς γαστέρας, ἦττον
3. ὀδυνῶνται καταγείσης τῆς πλευρᾶς· ὅσοις δὲ ἰσχναί τέ εἰσι
4. καὶ προσεσταλμέναι, μᾶλλον ἀλγοῦσιν ἀστηρίκτων καὶ μετεώρων
5. αἰσθανόμενοι τῶν πλευρῶν. ἐὰν μὲν οὖν συνεχὴς
6. ἐπιλάβῃ πυρετὸς, αὐτούς ἐστι κενεαγγεῖν, ὅπερ
7. δηλοῖ νῦν αὐτὸ τὸ ἀσιτεῖν, ἐπειδήπερ ἡ ἐκ τῆς ἐδωδῆς βλάβη
8. γίγνεται μείζων τῆς ἐκ τοῦ κρεμασμοῦ. εἰ δή τι μηδ’ ὅλως
9. πυρέξει, ἄμεινον ἐσθίειν τοσαῦτα τὸ πλῆθος, ὡς εἰς ὄγκον
10. ἀρθῆναι τὴν γαστέρα τοσοῦτον, ὅσον ἡλίκος ὡς ἄνευ τοῦ
11. θλίβειν τὸ πεπονθὸς, ἕδρα τε καὶ στήριγμα γενήσεται ταῖς
12. πλευραῖς.