5. Ἀμφιθλασθείσης δὲ τῆς σαρκὸς ἀμφὶ τῇσι πλευρῇσιν ἢ ὑπὸ
6. πληγῆς ἢ ὑπὸ πτώματος ἢ ὑπὸ ἀντερείσιος ἢ ἄλλου τινὸς
7. τοιουτοτρόπου πολλοὶ ἤδη πολὺ αἷμα ἔπτυσαν.
9. Μέμνηται καὶ τούτου τοῦ λόγου διὰ τοὺς οἰομένους ἐν
10. ταῖς πλευρίτισιν ἐξ ἀνάγκης ἀνάγειν τινὰ τῶν λοβῶν τοῦ
11. πνεύμονος πάσχειν καὶ συναπτόμενόν γε τοῦτόν φασι τῇ
12. φλεγμαινούσῃ πλευρᾷ διδόναι τι τοῦ κατὰ τὴν φλεγμονὴν
13. ἰχῶρος. ἐν τῷ πνεύμονι γὰρ οὐδὲν πνεύμονος πεπονθότος,
14. ἀλλὰ τῆς διαθέσεως τῇ πλευρᾷ γενομένης πτύειν φησὶν
15. ἐνίους αἷμα. πῶς μὲν οὖν γίγνεται τοῦτο ζητεῖν ἔξεστιν
16. ἐπὶ σχολῆς, ἡμῖν τε βασανιζομένοις τὸ ζήτημα κατά γε τὸ
17. περὶ αἵματος ἀναγωγῆς Ἐρασιστράτου βιβλίον. ἐξαρκεῖν
18. δὲ δεῖ νῦν αὐτὸ τοῦτο μόνον ἐγνωκέναι, τὸ χωρὶς τοῦ παθεῖν
1. τι τὸν πνεύμονα πτύειν ἐνίους αἷμα διὰ τὸ κατὰ τὰς
2. πλευρὰς πάθος. ἐθεάσασθε δὲ κἀπὶ τῶν ἄλλων πολλάκις
3. ἀτρώτου τοῦ προκειμένου τῷ κατάγματι δέρματος ὄντος ἐκχεόμενον
4. αἱματώδη χυμὸν διὰ τοῦ τοιοῦτον πληρῶσαι τοὺς
5. ἐπιδέσμους. καίτοι πολλῷ πυκνότερόν ἐστι τὸ παρὰ τοῖς
6. κώλοις δέρμα τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ὥστ’
7. οὐδὲν θαυμαστόν ἐστι δι’ ἐκείνου ῥυῆναι πρὸς τὴν ἐκτὸς
8. χώραν ἐκ τῆς πεπονθυίας πλευρᾶς. εἶτ’ εὐθέως εἰς τὰ
9. βρόγχια τοῦ πνεύμονος ἀναληφθῆναι κατὰ τὰς ἐκπνοὰς,
10. ὥσπερ ὁρῶμεν ἐπὶ τῶν συντρωθέντων τὸν ὑμένα τοῦτον.
11. ὅ τι γὰρ ἂν ἐκχέῃς εἰς τὸν θώρακα διὰ τοῦ τραύματος
12. ἀναβήσσεται τοῦτο παραχρῆμα διὰ τοῦ στόματος καὶ διὰ
13. τοῦτο Ἐρασίστρατος οὐκ ἐννοήσας εἰς ἀτόπους ἐνέπεσε λόγους
14. ἐν τῷ περὶ αἵματος ἀναγωγῆς, ὧν τὴν κακίαν ἐμάθετε
15. διερχομένου μου πολλάκις ἀκούσαντες ἐπ’ αὐτοῦ τοῦ
16. συγγράμματος.