16. Βρωμάτων τε λιπαρῶν καὶ κερχνωδέων καὶ ἰσχυρῶν πάντων.
1. Ὅσα βρώματα τραχύνοντα τὸν φάρυγγα βραχεῖαν βῆχα
2. κινεῖ, κερχνώδη ταῦτα καλεῖ. τοῦτο δὲ ἕπεται τοῖς λιπαροῖς
3. καὶ ὀξέσι καὶ δριμέσιν, ἰσχυρὰ δὲ λέγει σιτία τὰ
4. δύσπεπτα. γέγραπται δ’ ἐν τοῖς ἀκριβέσι τοῖς αὐτογράφοις
5. τουτὶ τὸ κερχνωδέων διὰ τοῦ ν κατὰ τὴν δευτέραν συλλαβήν·
6. ἀπὸ γὰρ τῆς κέρχνου γέγονεν. οὕτως δὲ ὀνομάζουσι
7. τὴν κέγχρον οἱ Ἴωνες, ὅταν αἴσθησις ἐν τῇ φάρυγγι
8. τραχυτάτων γίγνεται μικρῶν ὥσπερ κέγχρων. τὸ δ’
9. ἐν τοῖς πρόσθεν, εἰ καὶ ἔλεγε τὰ κατὰ τὸν πνεύμονα φύματα
10. καὶ χρόνια καὶ δύσπεπτα ἔχοντα κεγχρώδεις γίγνεσθαι
11. χωρὶς τοῦ ν γέγραπται, γεγονὸς ἀπὸ τοῦ κέγχρειν,
12. ὅπερ αὐτὸ πάλιν γέγονεν ἀπὸ τοῦ ψόφου τοῦ συμβαίνοντος,
13. ὅταν ἤτοι στενοχωρία ᾖ τις κατὰ τὰς ἀναπνευστικὰς ὁδοὺς
14. ἢ ὑγρότης πλείων, ὡς πολὺ δὲ συνιόντων ἀμφοῖν γίγνεται.
15. καλοῦσι δ’ ἔνιοι μὲν τοιαύτην ἀναπνοὴν δασεῖαν· διὰ τί δὲ
16. τῶν βῆχα κινούντων ἐδεσμάτων ἀπέχεσθαι κελεύει πρόδηλόν
17. ἐστιν ἡσυχάζειν δεομένων ἁπάντων τῶν πεπονθότων μορίων.
18. διὰ τοῦτο γοῦν καὶ σιγᾷν αὐτὸν πάλιν κελεύει. πρόδηλον
1. δὲ καὶ περὶ τῶν ἄλλων ὅσα παρεῖναι φυλάττεσθαι κίνησιν
2. σφοδρὰν ἐπιφέροντα τῷ παντὶ σώματι· σὺν γὰρ τῷ
3. ὅλῳ καὶ τὸ μόριον κινεῖται.