5. Φλέβα τε κατ’ ἀγκῶνα τέμνεσθαι, σιγᾷν τε ὡς μάλιστα.
6. ἐπιδέεσθαι δὲ εἰς τὸ χωρίον τὸ θλασθὲν σπλήνεσι μὴ πολυπτύχεσι,
7. συχνοῖσι δὲ καὶ πολὺ πλατυτέροισι πάντα τοῦ
8. θλάσματος κηρωτῇ τε ὑποχρίειν ὀθονίοισί τε πλατέσι
9. σὺν ταινίῃσι πλατείῃσι καὶ μαλθακῇσι ἐπιδέειν, ἐρείδειν
10. τε μετρίως, ὥστε μὴ κάρτα πεπιέχθαι φάναι τὸν ἐπιδεδεσμένον,
11. μηδ’ αὖ χαλαρόν. ἄρχεσθαι δὲ τὸν ἐπιδέοντα
12. κατὰ τὸ θλάσμα καὶ ἐρηρεῖσθαι ταύτῃ μάλιστα.
14. Μέμνηται δὴ τούτου πρὸς τοὺς ἀξιοῦντας ἐπὶ τῇ πληθωρικῇ
15. καλουμένῃ συνδρομῇ μόνον φλεβοτομίαν ἡμᾶς παραλαμβάνειν.
16. τούτων δέ ἐστι καὶ Μηνόδοτος ὁ ἐμπειρικός.
1. ἐδείχθη δ’ ἐν τῷ περὶ φλεβοτομίας γράμματι κἀν τῷ περὶ
2. πλήθους ὁ λόγος οὗτος ψευδὴς, ἐξ ἄλλων τε τινῶν ἐλεγχθεὶς
3. κἀκ τοῦ διὰ τοιαύτας πληγὰς γιγνομένας ἔν τισι μορίοισι
4. τοῦ σώματος ἐπὶ φλεβοτομίαν ἥκειν ἡμᾶς, εἰ καὶ μὴ
5. πληθωρικοὶ τύχοιεν οἱ πληγέντες ὄντες, ὅτι τε μὴ φλεβοτομηθέντων
6. αὐτῶν αἱ φλεγμοναὶ μέγισται γίγνονται καὶ δηλονότι
7. ταύταις ἑπομέναις συμπτώματα ἀκολουθεῖ.