11. Τῇ δὲ ἐπιδέσει ἔστ’ ἂν μὲν ἰσχναίνῃς ἐρηρεισμένῃ
12. μᾶλλον χρέεσθαι, ὁκόταν δὲ ἐς τὸν ἁπαλυσμὸν ἄγῃς, ἐπιχαλαρωτέρῃ·
13. καὶ ἢν μὲν αἷμα ἀποπτύσῃ καταρχὰς, τεσσαρακονθήμερον
14. τὴν μελέτην καὶ τὴν ἐπίδεσιν ποιέεσθαι
15. χρή· ἢν δὲ μὴ πτύσῃ τὸ αἷμα, ἀρκέει εἴκοσιν ἡμέρῃσιν
16. ἡ μελέτη ὡς ἐπὶ τὸ πολύ. τῇ ἰσχύϊ δὲ τοῦ τρώματος
17. τοὺς χρόνους προστεκμαίρεσθαι χρή.
19. Τοῦτο κοινὸν ἁπάντων καταγμάτων ἐστὶ καὶ λέλεκταί
20. μοι πρόσθεν ἡνίκα τὸ περὶ ἀγμῶν ἐξηγούμην καὶ ἄλλα πολλὰ
1. τῶν νῦν λεγομένων ὑπ’ αὐτοῦ. ἐκείνων οὖν ὑμᾶς χρὴ μεμνῆσθαι
2. μᾶλλον, οὐκ ἐμὲ λέγειν ἀξιοῦν πολλάκις ταῦτα.