5. Ὅσοι δἂν ἀμελήσωσι τῶν τοιουτέων ἀμφιθλασμάτων, ἢν
6. καὶ ἄλλο μηδὲν αὐτοῖσι φλαῦρον μέζον γένηται, ὅμως τό
7. γε χωρίον ἀμφιθλασθὲν μυξωδεστέρην τὴν σάρκα ἴσχει
8. ἢ πρόσθεν εἶχεν. ὅκου δέ τι τοιοῦτον ἐγκαταλείπεται καὶ
9. μὴ εὖ ἐξιποῦται τῇ γε ἀλθέξει. φαυλότερον μὲν, ἢν παρ’
10. αὐτὸ τὸ ὀστέον ἐγκαταλειφθῇ τὸ μυξῶδες· οὔτε γὰρ ἔτι
11. ἡ σὰρξ ὁμοίως ἅπτεται τοῦ ὀστέου, τό τε ὀστέον νοσηρότερον
12. γίνεται, σφακελισμοί τε χρόνιοι ὀστέου πολλοῖσιν
13. ἤδη ἀπὸ τοιουτέων προφασίων ἐγένοντο.
15. Μυξῶδες ὑγρὸν εἴωθεν ὀνομάζειν τὸ γλίσχρον τε καὶ
16. λευκόν. ἀθροίζεται δὲ τοῦτο παρὰ τοῖς ἀναίμοις μέρεσιν
17. ὀστοῖς καὶ χόνδροις, ὅταν ἀδυνατήσῃ καλῶς κατεργάσασθαι
1. τὴν τροφὴν ἐν αὐτοῖς ἡ φύσις. ἀπολείπει γὰρ οἶον ἡμίπεπτόν
2. τι, καθάπερ ἐν ὀφθαλμοῖς ὑμένες ἀπολείπουσιν, ὅταν
3. ἀῤῥωστῶσι τὴν ὀνομαζομένην λήμην. ἀσθενεστέρα δὲ ἡ δύναμις
4. ἤτοι δι’ οἰκείαν γίγνεται δυσκρασίαν ἢ διὰ τὸ πλῆθος
5. τῆς ἐπιῤῥυείσης ὑγρότητος, ὡς ἐν τοῖς παρὰ φύσιν
6. ὄγκοις συμβαίνει. τὰ δ’ ἄλλα τῆς ῥήσεως δῆλα.