2. Οἶσι δ’ ἂν ἀμεληθεῖσι χρονιωθῇ καὶ ὀδυνῶδες τὸ χωρίον
3. γένηται καὶ ἡ σὰρξ ὑπόμυξος ἔῃ, τούτοισι καῦσις ἴησις
4. ἀρίστη. καὶ ἢν μὲν αὐτὴ ἡ σὰρξ μυξώδης ἔῃ, ἄχρι τοῦ
5. ὀστέου καίειν χρὴ, μὴ μὴν διαθερμανθῆναι τὸ ὀστέον,
6. ἢν δὲ μεσηγὺ τῶν πλευρέων ἔῃ, ἐπιπολῆς μὲν οὐδ’ οὕτως
7. χρὴ καίειν, φυλάσσεσθαι μέντοι μὴ διακαύσῃς πέρην. ἢν
8. δὲ πρὸς τῷ ὀστέῳ δοκέῃ εἶναι τὸ θλάσμα καὶ ἔτι νεαρὸν
9. ἔῃ καὶ μήπω σφακελίσῃ τὸ ὀστέον, ἢν μὲν κατ’ ὀλίγον
10. ἔῃ, οὕτω καίειν χρὴ ὥσπερ εἴρηται· ἢν μέντοι παραμήκης
11. ἔῃ ὁ μετεωρισμὸς ὁ κατὰ τὸ ὀστέον, πλείονας ἐσχάρας
12. ἐμβάλλειν χρή. περὶ δὲ σφακελισμοῦ πλευρῆς ἅμα
13. τῇ ἐμμότων ἰητρείῃ εἰρήσεται.
15. Τὸν γλίσχρον χυμὸν, ὅταν ἀδυνατήσωμεν ἐκδαπανῆσαι
16. φαρμάκοις, ὑπόλοιπος ἴασίς ἐστιν ἡ διὰ τῶν καύσεων· ὅπως
17. δ’ αὐτὴν χρὴ ποιεῖσθαι σαφῶς ἐδίδαξεν.