2. Ἢν δὲ μηροῦ ἄρθρον ἐξ ἰσχίου ἐκπέσῃ, ἐκπίπτει δὲ κατὰ
3. τέσσαρας τρόπους, ἐς μὲν τὸ εἴσω πλειστάκις, ἐς δὲ τὸ
4. ἔξω τῶν ἄλλων πλειστάκις, ἐς δὲ τὸ ὄπισθεν καὶ ἔμπροσθεν
5. ἐκπίπτει μὲν, ὀλιγάκις δέ.
7. Ὁ τεθεαμένος ἰσχίου κοτύλην οὐ δεῖται τὴν αἰτίαν
8. ἀκοῦσαι παρ’ ἐμοῦ, δι’ ἣν μὲν ἔσω ἐκπίπτει πλειστάκις ὁ
9. μηρὸς, ἐφεξῆς δὲ τῶν ἔξω. τὸ γὰρ τῆς κοτύλης βάθος οὐκ
10. ἔστιν ἴσον ἅπασι τοῖς μέρεσιν. ἔνθα ᾖ ὁ ὑμὴν ταπεινότερος,
11. ἐνταῦθα ῥᾷον ἐξίστατο τὸ ἄρθρον.