14. Οἷσι μὲν οὖν ἂν ἐκβῇ εἰς τὸ εἴσω, μακρότερον τὸ
15. σκέλος φαίνεται παραβαλλόμενον πρὸς τὸ ἕτερον διὰ δισσὰς
16. προφάσιας εἰκότως. ἐπὶ μὲν γὰρ τὸ ἀπὸ τοῦ ἰσχίου
17. πεφυκὸς ὀστέον τὸ ἄνω φερόμενον πρὸς τὸν κτένα ἐπὶ
18. τούτου ἡ ἐπίβασις τῆς κεφαλῆς τοῦ μηροῦ γίνεται καὶ ὁ
1. αὐχὴν τοῦ ἄρθρου ἐπὶ τῆς κοτύλης ὀχέεται, ἔξωθέν τε
2. αὖ ὁ γλουτὸς κοῖλος φαίνεται, ἅτε εἴσω ῥευσάσης τῆς
3. κεφαλῆς τοῦ μηροῦ.
5. Σχεδὸν ἅπαντα σαφῶς αὐτὸς οὕτως ἔγραψε τὰ κατὰ
6. λόγον ἀρχὴν αὐτὴν παραθέμενος, ὡς μηδένα δύνασθαι σαφέστερον
7. εἰπεῖν· ἀλλὰ καὶ τὰς αἰτίας ὧν λέγει προστίθησιν
8. αὐτὸς, ὥσθ’ ὅπερ ἤδη πολλάκις εἶπον, ἐρῶ καὶ νῦν εἴ
9. τις προσέχοι τοῖς λεγομένοις ἀκολουθήσειεν αὐτοῖς, εἰ καὶ
10. μὴ ἅπαξ ἀναγνοὺς, ἀλλὰ καὶ δεύτερον καὶ τρίτον πάντως.