14. Καὶ ὅσοισιν ἂν ᾖ ἀνωτέρω τῶν φρενῶν τὸ κῦφος,
15. τούτοισι μὲν αἵ τε πλευραὶ οὐκ ἐθέλουσιν ἐς τὸ εὐρὺ αὔξεσθαι,
16. ἀλλ’ ἐς τοὔμπροσθεν, τό τε στῆθος ὀξὺ γίνεται,
17. ἀλλ’ οὐ πλατὺ, αὐτοί τε δύσπνοοι γίνονται καὶ κερχνώδεες.
18. ἧσσον γὰρ εὐρυχωρίην ἔχουσιν αἱ κοιλίαι αἱ τὸ πνεῦμα
19. δεχόμεναι καὶ προπέμπουσαι.
1. Ἐπὶ τῶν ἔτι ἐν αὐξήσει λόγον ποιεῖται, περὶ ὧν προείρηκεν
2. ὅτι οὐχὶ συναύξεται τὰ κατὰ τὴν ῥάχιν αὐτοῖς. ὅταν
3. οὖν ἐν τοῖς κατὰ τὸν θώρακα σφονδύλοις τὸ κύφωμα γένηται,
4. μάλιστα τούτοις ἀναυξητέα ἀποτελεῖται κατὰ τὸ μῆκος.
5. ἔκ τε οὖν τούτων καὶ ὅτι κατὰ τὸ κυφὸν εἰς τοὐπίσω
6. μετάστασις ἐγένετο τῶν σφονδύλων, ἀναγκαῖόν ἐστι στενὸν
7. καὶ ὀξὺν αὐτοῖς γίνεσθαι τὸν θώρακα καὶ κατὰ τοῦτο καὶ
8. τὰς ἐντὸς κοιλίας τὰς ὑποδεχομένας τὸ πνεῦμα μικροτέρας,
9. ὥστε καὶ τοῦ πνεύματος, ὅταν ἀναπνέωσιν, ἐλάττονος ἀπολαύειν
10. τὸ σῶμα. λέλεκται δὲ κἀν τοῖς. περὶ δυσπνοίας ὡς
11. ἀναγκαῖόν ἐστιν, ἔνθα τῆς χρείας ἐλάττων εἰσπνοὴ γίνεται,
12. τὴν ἐφεξῆς αὐτῇ τὴν δευτέραν μετ’ ἐλάττονα χρόνον ἢ εἴπερ
13. εἶχε κατὰ φύσιν ἡ προτέρα ποιῆσαι τὴν ἀρχήν. τὸ
14. δὲ μετ’ ἐλάττονα πυκνὸν ἐργάζεται τὸ πνεῦμα καὶ τοῦτο τὸ
15. τῆς δυσπνοίας εἶδος συνίσταται τὸ κατὰ μικρότητα καὶ
16. πυκνότητα. κερχνώδεις δὲ γίγνονται διὰ τῶν κατὰ τὴν
17. φάρυγγα καὶ τραχεῖαν ἀρτηρίαν μορίων στενότητα. συναύξει
18. δὲ ταύτην τὴν στενότητα καὶ τοῦτο περὶ οὗ κατὰ τὴν
19. ἐξῆς ῥῆσιν διδάσκει.