2. Οὐδὲ μὴν οὐδὲ ξυγκάμπτειν δύναται κατὰ
3. τὸν βουβῶνα ὁμοίως τῷ ὑγιεῖ. ἀτὰρ καὶ ψαυομένη ἡ
4. κεφαλὴ τοῦ μηροῦ κατὰ τὸν περίναιον ὑπερογκέουσα εὔδηλός
5. ἐστι. τὰ μὲν οὖν σημήϊα ταῦτά ἐστιν, οἷσιν ἂν
6. εἴσω ἐκπεπτώκῃ ὁ μηρός.
8. Συγκάμπτουσι μὲν γὰρ, ἀλλὰ μετ’ ὀδύνης τε καὶ οὐ τελέως.
9. αἴτιοι δὲ οἱ ἀντιτεταμένοι τοῖς κάμπτουσι τὸν μηρὸν
10. μύες οἱ ὄπισθεν οὐκ ἀκολουθοῦντες ἀλύπως ἄχρι τελέας
11. κάμψεως, ἐπειδὴ πλείονος τοῦ κατὰ φύσιν ἕκαστοι ὑπομένουσι
12. κατὰ τὰς ἐσχάτας καμπὰς, ὅταν οὕτως ὁ μηρὸς
13. ἐξαρθρήσῃ.