Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 3.73, ed. Kühn, 1829, vol. 18a, p. 585-588. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:3.73


16. Οἷσι μὲν ἂν οὖν ἐκπεσὼν μὴ ἐμπέσῃ, ἀλλὰ καταπορηθῇ
17. καὶ ἀμεληθῇ ἣ τε ὁδοιπορίη περιφοράδην τοῦ σκέλεος,
18. ὥσπερ τοῖς βουσὶ γίνεται καὶ ὄχλησις πλείστη αὐτοῖσιν
19. ἐπὶ τοῦ ὑγιέος σκέλεός ἐστι.

1. Μακροτέρου τοῦ πεπονθότος σκέλους κατὰ τὴν ἐξάρθρησιν
2. γενομένου ὁδοιπορίαν, ἀναγκαῖόν ἐστι τοὺς οὕτω παθόντας
3. ὁμοίως τοῖς βουσὶ ποιεῖσθαι, διότι κἀκεῖνοι χαλαρὸν
4. ἔχουσι τὸ κατ’ ἰσχίον ἄρθρον, ὡς αὐτὸς εἶπεν ἐν ἀρχῇ τοῦδε
5. τοῦ βιβλίου, τάχα δ’ οὐ μόνον ἐχρῆν τὸ χαλαρὸν τῆς διαρθρώσεως,
6. ἀλλὰ καὶ τὴν ἀτονίαν αἰτιάσασθαι τῶν κινούντων
7. αὐτὸ μυῶν. οὐ γὰρ εἰ ἦσαν εὔρωστοι, ῥᾳδίως ἀνέκαμπτον
8. τὴν διάρθρωσιν τῆς φθασάσης καμφθῆναι, τὸ περιφέρειν
9. ἔξω τὸ σκέλος οὐκ ἦν ἀναγκαῖον. ἡ γάρ τοι βάδισις γίνεται
10. τῶν σκελῶν ἑκατέρου καὶ περὶ μέρος ἐστηριγμένου
11. τε καὶ κινουμένου. ἡνίκα μὲν γὰρ τὸ ἀριστερὸν ἐστήρικται,
12. τηνικαῦτα τὸ δεξιὸν ἐκ τῶν ὀπίσω μερῶν εἰς τὸ πρόσω φέρομεν·
13. ἡνίκα δὲ τοῦτο πρόσωθεν ἐστηρίξαμεν, ἐπὶ τὸ ἕτερον
14. μεταβάντες ἐκεῖνο πάλιν ὄπισθεν πρόσω φέρομεν, εἶτ’
15. αὖθις ἐν τῷ πρόσω τοῦτο στηρίξαντες, ἐπὶ τὴν τοῦ δεξιοῦ
16. μεταβαίνοντες κίνησιν, ὀρθίου μὲν θατέρου τῶν σκελῶν
17. ἐστηριγμένου κατὰ τῆς γῆς, ἀναφερομένου δὲ εἰς τὸ ὕψος
18. τοῦ κινουμένου, μήτε κατὰ γόνυ μήτε κατ’ ἰσχίον πεφύκασι
19. κάμπτεσθαι τὰ σκέλη, πάντως ἂν ἠναγκαζόμεθα, καθάπερ
1. τι ξύλον ἑκάτερον αὐτῶν μεταφέρειν, ἀναφέροντες εἰς ὕψος
2. ἄχρι τινὸς καὶ κυκλοτερῶς περιφέροντες. ἐπεὶ δὲ κάμπτεσθαι
3. δύναται κατ’ ἀμφοτέρας τὰς διαρθρώσεις ὑπεναντίως
4. μὲν ἀλλήλοις, χρησίμως δὲ τῷ παντὶ σκέλει, διὰ τοῦτο βαδίζομεν
5. ἄνευ τοῦ καταφέρειν αὐτὰ κυκλοτερῶς ἢ ἀνατείνειν
6. ὡς ξύλα. ἡ μὲν γὰρ κατὰ βουβῶνα διάρθρωσις εἰς τὴν
7. πρόσω χώραν ὑψοῖ τὸν μηρὸν, ἡ κατὰ γόνυ δὲ εἰς τὴν ὀπίσω
8. τὴν κνήμην, ὥστ’ εἰ καὶ μακρότερον εἴη τοῦ κατὰ τὴν γῆν
9. ἐστηριγμένου σκέλος τὸ μεταφερόμενον, οὐδὲν ἂν ἐδεήθησαν
10. ἑλίττειν αὐτὸ κατὰ τὴν ἔξω χώραν, ᾗ τοὺς μῦς εἶχεν ἱκανῶς
11. διὰ ταχέων ἑκατέραν τῶν διαρθρώσεων κάμπτειν. ἐπειδή
12. θ’ οἱ δι’ ἀῤῥωστίαν οὐ δύνανται ἑτοίμως κάμπτειν καὶ ὀδύνην
13. οὐ βούλονται, καταλείπεται περιφέρειν αὐτὸ
14. κυκλοτερῶς. οὐδὲν γὰρ οὐδ’ ἀνατείνειν ἄκαμπτον ὡς ξύλον
15. οἷόν τ’ ἐστὶ τοῖς ἀῤῥωστοῦσιν ἢ ὀδυνωμένοις μυσίν. ὅτι
16. δὲ διὰ ταῦτα μᾶλλον ᾖ προσγιγνόμενον μῆκος ὁδοιποροῦσι
17. περιφοράδην ἐκ τοῦ λεγομένου παραδείγματος ὑπ’ αὐτοῦ τοῦ
18. Ἱπποκράτους ἐναργῶς γνώσῃ. φησὶ γὰρ ἐφεξῆς, ἐπεὶ καὶ
1. ὁκόσοι ἕλκος ἔχοντες ἐν ποδὶ ἢ ἐν κνήμῃ κάρτα μὴ δύνανται
2. ἐπιβαίνειν τῷ σκέλει πάντες καὶ οἱ νήπιοι οὕτως ὁδοιπορέουσι.
3. τούτοις γὰρ ἄνευ τοῦ μεμηκύνθαι τὸ σκέλος, ὁδοιπορεῖν
4. οὕτως συμβαίνειν διὰ τὴν γιγνομένην ὀδύνην, εἰ
5. κάμπτοιεν τὰς διαρθρώσεις, μάλιστα, μὲν τὰς κατὰ βουβῶνα
6. καὶ γόνυ, καὶ τρίτην δ’ ἐπ’ αὐταῖς τὴν κατὰ τὸ σφυρὸν,
7. ἐπεὶ σιμοῦσθαι κατὰ τὴν διάρθρωσιν ταύτην ἄκρον τὸ
8. σκέλος ἀναγκαῖόν ἐστιν ἐν τῷ κατὰ φύσιν ὁδοιπορεῖν, ἀναφέρειν
9. τε εἰς ὕψος ὅλον τὸν πόδα· προσκόπτοι μὲν γὰρ, εἰ
10. τοῦτο γένοιτο, καὶ μάλιστα ἐν τοῖς ἀνωμάλοις ἐδάφεσι.

Cliquer un n° de page pour en afficher l’image