13. Καὶ ἀναγκάζονται κατὰ τὸν κενεῶνα ἢ κατὰ τὸ ἄρθρον
14. τὸ ἐκπεπτωκὸς κυλλοὶ καὶ σκολιοὶ εἶναι.
16. Οὐχ ὅταν ἐρείσαντες τὸ ὑγιὲς κινῶσι καὶ μεταφέρωσι
17. περιφοράδην τὸ ἐξηρθρηκὸς ἀναγκάζονται σχηματίζειν οὕτως
18. ἑαυτοὺς, ἀλλ’ ὅταν ἐπὶ τοῦ πεπονθότος ἐρειδόμενον μεταφέρειν
19. τὸ ὑγιές. οὐ γὰρ ὑπερήρεισται τῷ ὑπερκειμένῳ σώματι
1. τὸ πεπονθὸς ὄρθιον, ὡς ὅθεν εἶχε κατὰ φύσιν ἐν εὐθείᾳ
2. γραμμῇ, καθ’ ὃ πρὸς τὸ ἔδαφος, ἀλλὰ λοξὸν ἐκ τοῦ
3. βουβῶνος εἰς τὴν ἐκτὸς ἀπονεύει χώραν. ἐπ’ ἐκείνην οὖν
4. τὸ κατ’ εὐθὺ τῷ πεπονθότι σκέλει μέρος τοῦ σώματος ἀποκλείουσιν
5. εἰς κίνδυνον ἀφικνούμενοι τοῦ περιτραπῆναι πρὸς
6. τὴν ἐναντίαν χώραν καὶ οὕτω συμβαίνει κατὰ τὸν κενεῶνα
7. λαμβάνειν αὐτῶν τὸ σῶμα. κενεῶνα δὲ δηλονότι καὶ τὸ
8. μεταξὺ τοῦτο τῆς λαγόνος ὀστοῦ καὶ τῆς νόθου πλευρᾶς καλεῖ
9. χωρίον, ὅπερ δὴ καὶ κενὸν ὀστῶν ἐστι. δυνάμενον δὲ
10. οὐδ’ οὕτω τὸ πεπονθὸς σκέλος ὀχεῖν τὸ σῶμα διά τε τὴν
11. ἀσθένειαν καὶ τὸ σχῆμα βοηθείας δεῖται. ταύτην οὖν ἐπ’
12. αὐτοῦ τοῦ πράγματος οἱ πάσχοντες διδασκόμενοι πορίζουσιν
13. αὐτὸ στηρίζοντες τῇ χειρὶ τὸ πεπονθὸς σκέλος. ἔνθα δὲ
14. μάλιστα δεῖται, κατ’ ἐκεῖνον τὸν μηρὸν ἔξωθεν ἐριζομένου
15. τοῦ στηρίζοντος· καὶ τοῦτ’ οὖν πάλιν αὐτοὺς ἀναγκάζον
16. ἐπινεύειν εἰς τὴν τοῦ βεβλαμμένου σκέλους χώραν, αὐξάνει
17. τὴν κατὰ τὸν κενεῶνα σκολίωσιν. εἰ γὰρ καὶ χωρὶς τοῦ
18. ἔξω ῥέπειν τὸ σκέλος οὕτω τις αὐτὸν σχηματίσειεν ὑφίσαρφος
19. ὁ κενεὼν αὐτός.