2. Κατὰ δὲ τὸ ὑγιὲς ἐς τὸ ἔξω ὁ γλουτὸς ἀναγκάζεται περιφερὴς
3. εἶναι. εἰ γάρ τις ἔξω τῷ ποδὶ τοῦ ὑγιέος σκέλεος
4. βαίνει, ἀπωθοίη ἂν τὸ σῶμα τὸ ἄλλο ἐς τὸ σιναρὸν σκέλος
5. τὴν ὄχησιν ποιέεσθαι. τὸ δὲ σιναρὸν οὐκ ἂν δύναιτο
6. ὀχέειν· πῶς γάρ; ἀναγκάζεται οὖν οὕτω κατὰ τοῦ ὑγιέος
7. σκέλεος τῷ ποδὶ εἴσω βαίνειν, ἀλλὰ μὴ ἔξω. τοῦτο γὰρ
8. ὀχέει μάλιστα τὸ σκέλος τὸ ὑγιὲς καὶ τὸ ἑωυτοῦ μέρος
9. τοῦ σώματος καὶ τὸ τοῦ σιναροῦ σκέλεος μέρος.
11. Ἐναλλάξας τὴν ἑρμηνείαν ἀσάφειάν
12. τινα βραχεῖαν εἰργάσατο κατὰ φύσιν· ἢ γὰρ οὕτω μᾶλλον
13. εἰπεῖν, ὡς ἐγὼ νῦν ἐρῶ, κατά γε τὸ ὑγιὲς ὁ γλουτὸς ἀναγκάζεται
14. περιφερὴς εἷναι εἰς τὸ ἔξω, διὰ τὸ βαίνειν ἔσω τούτῳ
15. τῷ σκέλει. εἰ γὰρ ἔξω βαίνοι, ἀπωθοίη ἂν τὸ σῶμα, τὸ
16. δ’ ἄλλο ἐπὶ σιναροῦ σκέλους τῇ ὀχήσει ποιεῖσθαι, ὅπερ
17. ἐστὶν ἀδύνατον. οὕτως γὰρ ὀχέει μάλιστα τὸ σκέλος τὸ
1. ὑγιὲς, ὡς προείρηται, τουτέστιν ὅταν ἔσω βαίνῃ τοῦ ὑγιοῦς
2. σκέλους ποδί. δυνήσεται γὰρ τὸ πᾶν ἐπ’ αὐτῶν στηρίζεσθαι
3. δυσπεριτρέπτως.