6. Ἀναγκάζονται δὲ καὶ ἐπικόπτειν. τὴν γὰρ χεῖρα τὴν κατὰ
7. τὸ σκέλος τὸ σιναρὸν ἀναγκάζονται κατὰ πλάγιον τὸν μηρὸν
8. ἐρείδειν. οὐ γὰρ δύναται τὸ σιναρὸν σκέλος ὀχέειν
9. τὸ σῶμα ἐν τῇ μεταλλαγῇ τῶν σκελέων, ἢν μὴ κατέχηται
10. πρὸς τὴν γῆν πιεζόμενον.
12. Κἀνταῦθα πάλιν παρὰ τὴν ἀσάφειαν, ἣν εἰργάσατο, μὴ
13. προειπὼν ὅτι μεταβαίνει τῷ λόγῳ πρὸς ἑτέρων καιρῶν βάδισιν.
14. ἄχρι μὲν γὰρ οὗ τὸν λόγον ἐποιεῖτο περὶ μέρους
15. βαδίσεως, ἐν ᾗ τοῦ κατὰ φύσιν ἔχοντος σκέλους ἐρηρεισμένου
16. κατὰ τῆς εἰς τὸ πρόσω μεταφερούσης τὸ πεπονθός. ὁ
17. δὲ νῦν λόγος ἐστὶν ἐπὶ θατέρου μέρους τῆς βαδίσεως στηριζόμενοι
18. τῷ πεπονθότι μεταφέρουσι τὸ ὑγιές. εἴρηται δ’
19. ὀλίγον τὸ ὑγιὲς ἔμπροσθεν ἤδη περὶ τοῦδε τοῦ μέρους τῆς
20. βαδίσεως.