2. Ἐν τούτοισι γοῦν τοῖσι σχήμασιν ἀναγκάζονται ἐσχηματίσθαι,
3. οἷσιν ἂν εἴσω ἐκβὰν τὸ ἄρθρον μὴ ἐμπέση
4. οὐ προβουλεύσαντος τοῦ ἀνθρώπου, ὅπως ἂν ῥήϊστα ἐσχηματισμένον
5. ἔῃ, ἀλλ’ αὐτὴ ἡ ξυμφορὴ διδάσκει ἐκ τῶν παρεόντων
6. τὰ ῥήϊστα αἱρέεσθαι. ἐπεὶ καὶ ὁκόσοι ἕλκος
7. ἔχοντες ἐν ποδὶ ἢ κνήμῃ, οὐ κάρτα δύνανται ἐπιβαίνειν
8. τῷ σκέλει πάντες καὶ οἱ νήπιοι οὕτως ὁδοιπορέουσιν. ἕξω
9. γὰρ βαίνουσι τῷ σιναρῷ σκέλει.
11. Δυοῖν σχήμασιν, οὐχὶ ἑνὶ χρωμένων ἐν ταῖς ὁδοιπορίαις
12. τῶν οὕτω πεπονθότων εἰκότως εἶπεν ἐν τούτοισι ἐπ’ αὐτὸ
13. καὶ τῇ χειρὶ τὸν μηρὸν στηρίζοντες· ἕτερον δ’ ὅταν ἐπὶ
14. τοῦ κατὰ φύσιν ἔχοντος ὅλοι πάλιν ἐπὶ τοῦτ’ ἐγκλινόμενοι,
15. διὸ καὶ τοῦ κοντοῦ δέονται. δι’ οὗ ῥέπειν οὖν ἐπὶ τἀναντία
16. συμβαίνει τὸ σῶμα ποτὲ μὲν ἐπὶ τὸ δεξιὸν ἐγκλινόμενον
17. μέρος, ὅταν τῷ δεξιῷ ποδὶ στηρίζωνται, ποτὲ δὲ ἐπὶ
18. θάτερον, ὅταν θατέρῳ. καὶ ὅταν πρὸς τοῖς ἄλλοις ἔτυχεν
1. ἀσχήμονι χρῆσθαι τῇ βαδίσει μᾶλλον τῶν ἐξαρθρησάντων
2. ἑτέρῳ ἰσχίων, ὑπὲρ ὧν ἐφεξῆς ἐρεῖ.