17. Ἄσαρκόν τε ἅπαν τὸ σκέλος καὶ ἄμυον καὶ ἐκτεθηλυσμένον
18. καὶ λεπτότερον γίνεται, ἅμα μὲν διὰ τὴν στέρησιν τῆς
1. χώρης τοῦ ἄρθρου, ἅμα δὲ ὅτι ἀδύνατον χρέεσθαί ἐστιν,
2. ὅτι οὐ κατὰ φύσιν κέεται.
4. Τῆς ὅλης τῶν μηρῶν οὐσίας μόριά εἰσιν αἱ σάρκες,
5. ὡς ἐθεάσασθε πολλάκις ἐν τῇ τῶν μυῶν ἀνατομῆ, δεικνύοντος
6. μου τὰ τῆς αἰσθήσεως αὐτῶν αἰσθητὰ στοιχεῖα δύο
7. ὄντα τάς τε νευρώδεις ἶνας καὶ τὰς ἔξωθεν αὐταῖς περιπηγνυμένας
8. σάρκας. ὅταν οὖν τις ἐκ γυμνασίων καὶ τρίψεων
9. ἰσχυρότερος ἑαυτοῦ γένοιτο, τὴν μὲν τῶν ἰνῶν οὐσίαν ἐντροφοτέραν
10. ἔχει, τὴν δὲ τῶν σαρκῶν ἐλάττονα μὲν, ἰσχυροτέραν
11. δέ. τοῖς δὲ ἀγυμνάστοις καλουμένοις πολλὰ τοὐναντίον
12. συμβαίνει τῶν ἴνων ἰσχνῶν οὐσῶν πολλὴν μὲν, ἀλλὰ
13. μαλακὴν δι’ ὑγρότητος γίγνεσθαι. προσέοικε γὰρ ἡ τοιαύτη
14. σὰρξ τοῖς ἐπιπηγνυμένοις τυροῖς, ὥσπερ ἡ τῶν γυμναστικῶν
15. τοῖς ἀκριβῶς ἤδη πεπηγόσι· διὸ καὶ φαίνονται μὲν
16. τούτοισιν οἱ μύες σκληροὶ καὶ νευρώδεις καὶ περιγραφὰς
17. ἔχοντες. τοῖς δ’ ἀγυμνάστοις μαλακοὶ καὶ σαρκώδεις, ἤτοι
18. δ’ οὐδ’ ὅλως, ἀλλ’ ἀμυδρῶς φαινόμενοι ἐμφαίνοντες τὰς
1. ὑπογραφάς. διὰ τοῦτ’ οὖν εἰπὼν ὁ Ἱπποκράτης τὸ σκέλος
2. τούτοις ἄσαρκον γίγνεσθαι. γιγνώσκειν δὲ καὶ τοῖς ἐκ γυμνασίων
3. πλεόνων τοιοῦτον γενόμενον ἐπήνεγκε τῷ καὶ ἄσαρκον
4. καὶ ἄμυον ἐν ἴσῳ τῷ τὰς περιγραφὰς οὐκ ἔχον αἰσθητὰς μυῶν.
5. οὐ γὰρ δὴ παντάπασι καὶ διαφθείρεταί τις αὐτῶν μῦς, ἀλλὰ
6. ὥσπερ ἄφλεβον σῶμα λέγομεν τὸ μὴ φαινομένας ἔχον τὰς
7. φλέβας, οὕτω καὶ ἄμυον, ἐν ᾧ παντάπασιν ἀφανεῖς εἰσιν αἱ
8. περιγραφαὶ τῶν μυῶν. ἔτι δὲ σαφέστερον ἐνδείξασθαι βουλόμενος
9. ὁποία τις ἡ τοῦ σκέλους αὐτοῖς ἰδέα γίγνεται προσέθηκε
10. τὸ ἐκτεθηλυσμένον, ὅπερ ἐστὶν ὑγρὸν καὶ μαλακὸν καὶ
11. μὴ σφίγγον καὶ διαῤῥέον, ὁποῖον αἱ γυναῖκες ἔχουσιν. ἅπαντα
12. γὰρ ταῦτα προσηκόντως ἄν τις εἴποι κατὰ τῆς τῶν γυναικῶν
13. σαρκὸς, ἀφ’ ἧς κατὰ μεταφορὰν ἐποιήσατο ἐκτεθηλυσμένον
14. ὄνομα. τὸ δὲ λεπτότερον ἐπὶ τῆς τελευτῆς τοῦ λόγου προσέθηκεν
15. ἐνδεικνύμενος, ἁπάντων τῶν κατ’ αὐτὸ μορίων ὅπερ ἐν ἀρχῇ
16. τῆς ῥήσεως εἶπε γυιοῦται. τὸ γὰρ ἄσαρκον ἐπὶ τῆς
17. κατὰ σάρκα ἐνδείας μόνης λέγεται, τὸ γυιοῦσθαι δὲ τὸ σκέλος
18. ἐπὶ πάντων τῶν μερῶν ἐλαττόνων γιγνομένων.