2. Χρῆσις γὰρ μετεξετέρη ῥύεται τῆς ἄγαν ἐκθηλύνσιος, ῥύεται
3. δέ τι καὶ τῆς ἐπὶ μῆκος ἀναυξήσιος. κακοῦται μὲν
4. οὖν μάλιστα, οἷσιν ἂν ἐν γαστρὶ ἐοῦσιν ἐξαρθρήσῃ τοῦτο
5. τὸ ἄρθρον, δεύτερον δὲ οἷσιν ἂν ὡς νηπιωτάτοισιν ἐοῦσιν,
6. ἥκιστα δὲ τοῖσι τετελειωμένοισι. τοῖσι μὲν οὖν τετελειωμένοισιν,
7. οἵη τις ὁδοιπορίη γίνεται, οἷσι δ’ ἂν νηπίοισιν
8. ἐοῦσιν ἡ ξυμφορὴ αὕτη φαίνεται.
10. Ἔνεστι μὲν παρ’ Ἡρόδοτον μάλιστα μαθεῖν οὐδὲν
11. πλέον σημαῖνον παρὰ τοῖς Ἴωσι τὸ μετεξετέρην τοῦ παρ’
12. ἡμῖν ἑτέρην· πολλάκις γὰρ αὐτῷ κέχρηται, καθάπερ καὶ τῷ
13. μετεξέτερον. δῆλον οὖν καὶ διὰ τοῦτο πάλιν ὅπερ ἡμῖν διὰ
14. τοῦ τινὲς μὲν εἰ καὶ νῦν οὖν οὐ καὶ μετεξετέρου τοιοῦτον
15. τὸ δῆλον. προειρηκὼς γὰρ ὅτι διὰ τὴν ἀργίαν αὐτοῖς τὸ
16. σκέλος γυιοῦται καὶ τάχα τινὰ παρακοῦσαι νομίσας, ὡς
17. ἅπασιν χρῆσιν τῶν μορίων οὐ τρόφιμον εἶναί φησι πᾶσαν,
1. ἀλλά τινα ἐργάσασθαι λέγει τὴν σύμμετρον δηλονότι, καθάπερ
2. καὶ τἄλλα πάντα καθ’ ὅλην τὴν ὑγιεινὴν δίαιταν, ὡς ἐν ἄλλοις
3. τέ τισιν ὑπ’ αὐτοῦ λέλεκται τοῦτο καὶ δι’ ἑνὸς κεφαλαίου
4. ἐν τῷ τῶν ἐπιδημιῶν ἕκτῳ, ἔνθα φησὶ, πόνοι, σιτία, ποτὰ,
5. ὕπνοι, ἀφροδίσια, πάντα μέτρα.