8. Οἱ μὲν πλεῖστοι καταβλακεύουσι τὴν διόρθωσιν τοῦ σώματος,
9. ἀλλὰ κακῶς εἱλέονται ἐπὶ τὸ ὑγιὲς σκέλος τῇ χειρὶ
10. πρὸς τὴν γῆν ἀπερειδόμενοι τῇ κατὰ τὸ ὑγιὲς σκέλος.
11. καταβλακεύουσι δὲ ἔνιοι, τὴν ἐς τὸ ὀρθὸν ὁδοιπορίην καὶ
12. οἷσιν ἂν τετελειωμένοισιν αὕτη ἡ ξυμφορὰ γένηται. ὁκόσοι
13. δ’ ἂν νήπιοι ὄντες ταύτῃ τῇ ξυμφορῇ χρησάμενοι ὀρθῶς
14. παιδαγωγηθῶσι, τῷ μὲν ὑγιεῖ σκέλει χρέονται ἐς ὀρθὸν,
15. ἐπὶ δὲ τὴν μασχάλην τὴν κατὰ τὸ ὑγιὲς σκέλος σκίπωνα
16. περιφέρουσι. μετεξέτεροι δὲ καὶ ὑπ’ ἀμφοτέρας τὰς χεῖρας,
17. τὸ δὲ σιναρὸν σκέλος μετέωρον ἔχουσι.
1. Τοῖς μὲν ἤδη κεκρατυσμένοις τὰ κῶλα τοιαύτης συμφορᾶς
2. γιγνομένης, γίγνεται χρῆσθαι τῷ σκέλει χωλεύοντι.
3. τοῖς δὲ μικροῖς πάνυ παιδίοις, ἀλλ’ εἰ καὶ κατὰ φύσιν ἔχοι
4. καὶ χρῆσθαι πῶς καλῶς δύναιτο τοῖς σκέλεσι; ῥαθυμία τις
5. ἐγγίγνεται περὶ τὴν τοῦ κώλου ἐνέργειαν καὶ διὰ τοῦτο καταβλακεύουσιν
6. ὀρθοῦσθαι, τουτέστιν ἀμελοῦσι καὶ καταῤῥαθυμοῦσι.
7. καὶ τί θαυμαστὸν, εἰ καὶ αὐτὰ καταφρονεῖ τοῦ
8. διαναστάντος κωλύειν ὀρθὰ καὶ τῶν ἤδη τελειουμένων ἐνίοτε
9. μὴ τολμώντων ὀρθῶς χωλεύειν, ἀλλ’ ὡς εἴρηκεν αὐτὸς, εἱλουμένων
10. ἐπὶ τὸ ὑγιὲς σκέλος; ἐνεδείξατο δὲ σαφῶς αὐτῶν
11. καὶ τὸν τρόπον τῆς κινήσεως, ὁποῖός τις γίγνεται διὰ τοῦ
12. εἱλέονται ῥήματος.