17. Θηλύνονται δὲ πᾶσι τοῖς τοιούτοισιν αἱ σάρκες τοῦ σκέλεος,
18. μᾶλλον δ’ ἔτι θηλύνονται αἱ ἐκ τοῦ ἔξω μέρεος ἢ αἱ ἐκ
1. εἴσω ὡς ἐπὶ πολύ. μυθολογοῦσι δέ τινες ὅτι αἱ Ἀμαζονίδες
2. τὸ ἄρσεν γένος τὸ ἑωυτῶν αὐτίκα νήπιον ἐὸν
3. ἐξαρθρέουσιν, αἱ μὲν κατὰ τὰ γούνατα, αἱ δὲ κατὰ τὰ
4. ἰσχία, ὡς δῆθεν χωλὰ γίνοιτο καὶ μὴ ἐπιβουλεύοι τὸ
5. ἄῤῥεν γένος τῷ θήλει. χειρώναξιν ἄρα τούτοισι χρέονται,
6. ὁκόσα ἢ σκυτίης ἔργα ἢ χαλκείης ἢ ἄλλο τι ἑδραῖον
7. ἔργον. εἰ μὲν οὖν ἀληθέα ταῦτά ἐστιν, ἐγὼ μὲν οὐκ οἶδα.
8. ὅτι δὲ γίνοιτο ἂν τοιαῦτα οἶδα, εἴ τις ἐξαρθρέοι αὐτίκα
9. νήπια ἐόντα.
11. Πᾶσι μᾶλλον θηλύνονται, φησὶν, αἱ ἔξω τοῦ ἄρθρου
12. σάρκες ἢ ἔσω, εἰ εἰς τὴν ἐντὸς χώραν μεταστῇ, διὸ καὶ
13. μᾶλλον ἀργεῖ τ’ αὐτὸ τὸ μέρος· εἰ γὰρ καὶ παρὰ φύσιν,
14. ἀλλ’ ὅμως γίγνονταί τινες κνήσεις εἰς τὴν κεφαλὴν τοῦ μηροῦ
15. κατὰ τὰ ἔνδον ἐστηριγμένα μέρη.