Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 3.87, ed. Kühn, 1829, vol. 18a, p. 603-606. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:3.87


18. Κατὰ μὲν οὖν τὰ ἰσχία μέζον τὸ διάφορόν ἐστιν, ἐς τὸ εἴσω
19. ἢ ἐς τὸ ἔξω ἐξαρθρῆσαι. κατὰ γούνατα δὲ διαφέρει μέν
1. τι, ἔλασσον δέ τι διαφέρει. τρόπος δὲ ἑκατέρου τοῦ χωλώματος
2. ἴδιός ἐστι. γυιοῦνται γὰρ μᾶλλον οἷσιν ἂν ἐς
3. τὸ ἔξω ἐξαρθρήσῃ. ὀρθοὶ δὲ ἧσσον ἵστανται οἷσιν ἂν
4. ἐς τὸ εἴσω ἐξαρθρήσῃ. ὡσαύτως δὲ καὶ εἰ παρὰ τὸ
5. σφυρὸν ἐξαρθρήσῃ, ἢν μὲν ἐς τὸ ἔξω μέρος κυλλοὶ μὲν
6. γίνονται, ἑστάναι δὲ δύνανται. ἢν δὲ ἐς τὸ εἴσω μέρος
7. ἐξαρθρήσῃ, βλαισσοὶ μὲν γίνονται, ἧσσον δὲ ἑστάναι
8. δύνανται.

10. Τὸ κυλλὸν ὄνομα τινὲς μὲν ἅπασαν διαστροφὴν
11. κώλου φασὶ δηλοῦν, γενικόν τι σημαινόμενον ὑποτιθέντες
12. αὐτῷ, τινὲς δὲ τὴν τοιαύτην μόνην διαστροφὴν δηλοῦσθαί
13. φασιν, ἐν ᾗ πρὸς τὴν ἔσω χώραν ἡ ῥοπὴ γίνεται
14. τοῦ κώλου. τούτου γὰρ συμβάντος ἀναγκαῖόν ἐστι τὸ ἄκρον
15. αὐτοῦ, τουτέστι πρὸς πόδα πρὸς τὴν ἔσω χώραν, ὅπερ εἰς
16. τὸ τῆς στάσιος ἑδραῖον οὐ μικρὰ συντελεῖ, ὥστε καὶ αὐτῶν
17. τῶν κατὰ φύσιν ἐχόντων τῶν ῥαιβῶν ἢ ῥοικῶν ὀνομαζομένων,
18. ἀσφαλέστερον δὲ καὶ δυσανατρεπτότερον ἵστασθαι τῶν
1. ἀκριβῶς ἐχόντων τὰ σκέλη ὀρθά. δηλοῦται δὲ τοῦτο κἀξ
2. ὧν Ἀρχίλοχος εἶπεν, οὐ φιλέω μέγαν στρατηγὸν, οὐδὲ διαπεπηγμένον,
3. ἀλλ’ ὅς μοι, φησὶ, μακρὸς εἵη καὶ περὶ κνήμας
4. ἰδεῖν ῥοικοὺς, ἀσφαλέως βεβηκὼς ποσὶ, καρδίας πλέως. οὐ
5. μὴν εἴς τε τὰ προκείμενα νῦν ἡμῖν ἡ ἀκρίβεια συντελεῖ τῆς
6. εὑρέσεως τοῦ σημαινομένου πρὸς τῆς κυλλὸν φωνῆς. ἐκ τοῦ
7. λόγου πάντως γίνεται δῆλον ὡς Ἱπποκράτης οὐκ ἄδηλός
8. ἐστιν. ὅταν γοῦν εἰς τὴν ἐκτὸς χώραν μεταστῇ τὸ ἄρθρον,
9. ἵστασθαί φησι δύνασθαι τούτους μᾶλλον ἢ εἰ ὀπίσω μετασταίη.
10. κατὰ θάτερον γὰρ ὁ ποὺς γίνεται τῷ παντὶ σώματι
11. τοῖς ἔξω μετεστηκὸς ἔχουσι τὸ κατ’ ἰσχίον ἄρθρον. ἀποκεχώρηκε
12. δὲ τῆς εὐθυωρίας ἐκτὸς, οἷς ἐβλήθη τὸ σκέλος.
13. ἴσμεν δὲ καὶ αὐτῶν τῶν ἀνθρώπων ὅσοι φύσει βλασσότεροι
14. χεῖρον ἱσταμένους ἅπαντας καὶ μήτε θεῖν ὠκέως δυναμένους
15. εὐανατρέπτους τε γινομένους καὶ καταπίπτοντας ἑτοίμως ἐπὶ
16. σμικραῖς προφάσεσι. ταύτην οὖν τὴν διαφορὰν τῶν πραγμάτων
17. μεγίστην μὲν δύναμιν ἔχειν ἐν τῷ ἰσχίῳ, δευτέραν
18. δ’ ἐν τῷ γόνατι, καὶ τρίτην ἐν τῷ σφυρῷ· κατὰ γὰρ τὸ
1. μέγεθος δηλονότι τῆς διαρθρώσεως καὶ τῆς βλάβης ἕπεται
2. μέγεθος. ἐκ τούτων οὖν δῆλον ὡς ἄμεινον ἵστανται καὶ βαδίζουσιν
3. οἷς εἰς τὴν ἔξω χώραν ὤλισθεν ἡ κεφαλὴ τοῦ μηροῦ,
4. περὶ ἧς ὀλίγον ὕστερον ἐρεῖ.

Cliquer un n° de page pour en afficher l’image