Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 3.88, ed. Kühn, 1829, vol. 18a, p. 606-609. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:3.88


7. Ἥ γε μὴν ξυναύξησις τῶν ὀστέων τοιήδε γίνεται· οἷσι μὲν
8. οὖν κατὰ τὸ σφυρὸν ὀστέον τὸ τῆς κνήμης ἐκστῇ, τούτοισι
9. μὲν τὰ τοῦ ποδὸς ὀστέα ἥκιστα ξυναύξεται. ταῦτα
10. γὰρ ἐγγυτάτω τοῦ τρώματός εἰσι, τὰ δὲ τῆς κνήμης
11. ὀστέα αὔξεται μὲν, οὐ πολὺ δὲ ἐνδεεστέρως. αἱ μέντοι
12. σάρκες μινύθουσιν, οἷσι δ’ ἂν κατὰ μὲν τὸ σφυρὸν μένῃ
13. τὸ ἄρθρον κατὰ φύσιν, κατὰ δὲ τὸ γόνυ ἐξεστήκῃ, τούτοισι
14. τὸ τῆς κνήμης ὀστέον οὐκ ἐθέλει ξυναύξεσθαι ὁμοίως,
15. ἀλλὰ βραχύτατον γίνεται. τοῦτο γὰρ ἐγγυτάτω τοῦ τρώματός
16. ἐστιν· τοῦ μέντοι ποδὸς τὰ ὀστέα μινύθει μὲν,
17. ἀτὰρ οὐχ ὁμοίως ὥσπερ ὀλίγον τι πρόσθεν εἴρηται, ὅτι
18. τὸ ἄρθρον τὸ παρὰ τὸν πόδα σῶόν ἐστιν. εἰ δὲ οἱ
19. χρέεσθαι ἠδύναντο, ὥσπερ καὶ τῷ κυλλῷ, ἔτι ἂν ἧσσον
1. ἐμινύθη τὰ τοῦ ποδὸς ὀστέα τούτοισιν. οἷσι δ’ ἂν κατὰ
2. τὸ ἰσχίον ἐξάρθρησις γένηται, τούτοισι τοῦ μηροῦ τὸ
3. ὀστέον οὐκ ἐθέλει ξυναύξεσθαι ὁμοίως τοῦτο γὰρ ἐγγυτάτω
4. τοῦ τρώματός ἐστιν, ἀλλὰ βραχύτερον τοῦ ὑγιέος
5. γίνεται. τὰ μέντοι τῆς κνήμης ὀστέα οὐχ ὁμοίως τούτοισιν
6. ἀναυξέα γίνεται, οὐδὲ τὰ τοῦ ποδός. διὰ τοῦτο δὴ
7. ὅτι τὸ τοῦ μηροῦ ἄρθρον τὸ κατὰ τὴν κνήμην ἐν τῇ
8. ἑωυτοῦ φύσει μένει καὶ τὸ παρὰ τὸν πόδα. σάρκες μέντοι
9. χρέεσθαι τῷ σκέλει ἐδύναντο, ἔτι ἂν μᾶλλον
10. τὰ ὀστέα ξυνηυξάνετο, ὡς καὶ πρόσθεν εἴρηται, πλὴν τοῦ
11. μηροῦ, καὶ ἧσσον ἄσαρκα ἔῃ. ἀσαρκότερα δὲ πολλῷ ἢ
12. ὑγιέα ἦν. σημήϊον δὲ ὅτι τοιαῦτά ἐστιν. ὁκόσοισι
13. γὰρ τοῦ βραχίονος ἐκπεσόντος γαλιάγκωνες ἐγένοντο ἐκ
14. γενεῆς ἢ καὶ ἐν αὐξήσει πρὶν τελειωθῆναι, οὗτοι τὸ μὲν
15. ὀστέον τοῦ βραχίονος βραχὺ ἴσχουσι, τὸν δὲ πῆχυν καὶ
16. ἄκρην τὴν χεῖρα ὀλίγῳ ἐνδεεστέρην τοῦ ὑγιέος διὰ ταύτας
17. τὰς προφάσιας τὰς εἰρημένας, ὅτι ὁ μὲν βραχίων
18. ἐγγυτάτω τοῦ ἄρθρου τοῦ τρώματός ἐστιν, ὥστε διὰ
1. τοῦτο βραχύτερος γέγονεν. ὁ δ’ αὖ πῆχυς διὰ τοῦτο οὐχ
2. ὁμοίως ἐνακούει τῆς ξυμφορῆς, ὅτι τὸ τοῦ βραχίονος ἄρθρον
3. τὸ πρὸ τοῦ πήχεος ἐν τῇ ἀρχαίῃ φύσει μένει, ἥ τε
4. αὖ χεὶρ ἔτι τηλοτέρω ἄπεστιν ἢ ὁ πῆχυς ἀπὸ τῆς ξυμφορῆς.
5. διὰ ταύτας οὖν τὰς εἰρημένας προφάσιας τῶν
6. ὀστέων τά τε μὴ συναυξόμενα οὐ συναύξεται, τό τε
7. ξυναυξόμενον ξυναύξεται. ἐς δὲ τὸ εὔσαρκον τῇ χειρὶ
8. καὶ τῷ βραχίονι ἡ ταλαιπωρίη τῆς χειρὸς μέγα προσωφελήσει.
9. ὅσα γὰρ χειρῶν ἔργα ἐστὶ, τὰ πλεῖστα προθυμέονται
10. οἱ γαλιάγκωνες ἐργάζεσθαι τῇ χειρὶ ταύτῃ, ὅσα
11. καὶ τῇ ἑτέρῃ δύνανται, οὐδὲν ἐνδεεστέρως τῆς ἀσινέος.
12. οὐ γὰρ δεῖ ὀχέεσθαι τὸ σῶμα ἐπὶ τῶν χειρῶν, ὡς ἐπὶ
13. τῶν σκελέων, ἀλλὰ κοῦφα αὐτοῖσι τὰ ἔργα ἐστί. διὰ δὲ
14. τὴν χρῆσιν οὐ μινύθουσιν αἱ σάρκες αἱ κατὰ τὴν χεῖρα
15. καὶ κατὰ τὸν πῆχυν τοῖσι γαλιάγκωσιν, ἀλλὰ καὶ ὁ βραχίων
16. τι προσωφελέεται ἐς εὐσαρκίην διὰ ταῦτα. ὅταν δὲ
17. ἰσχίον ἐκπαλὲς γένηται ἐς τὸ εἴσω μέρος ἐκ γενεῆς ἢ καὶ
18. ἔτι νηπίῳ ἐόντι μινύθουσι αἱ σάρκες, διὰ τοῦτο μᾶλλον
19. ἢ τῆς χειρὸς ὅτι οὐ δύνανται χρέεσθαι τῷ σκέλει.

1. Σαφὴς οὗτός ἐστιν ἅπαξ ὁ ἐφεξῆς λόγος αὐτῷ κεφάλαια
2. μὲν ἔχων τῆς διδασκαλίας δὴ ταῦτα. τῶν ἐξεστηκότων
3. τῆς οἰκείας ἕδρας ἄρθρων τὰ μὲν ἐγγύτερον μᾶλλον
4. ἀναυξῆ καὶ ἄτροφα γίγνεσθαι, τὰ δ’ ἄποθεν ἧττον. ἐπὶ
5. δὲ τῶν ἐξαρθρήσεων τοῦ μηροῦ πολὺ μᾶλλον ἤπερ ἐπὶ τῶν
6. ἔξω καὶ ἄναυξες καὶ ἄτροφον ἀποτελεῖται τὸ κῶλον, διότι
7. καὶ χεῖρον οὖν οὗτοι κινοῦνται καὶ μᾶλλον κωλύουσι. λέγει
8. δὲ καὶ ἐπὶ τῶν γαλιαγκώνων, οὕτω δ’ αὐτὸν ὀνομάζειν τοὺς
9. βραχὺν ἔχοντας τὸν βραχίονα ἔφην, διὰ τὴν εἰς μασχάλην
10. ἐκπτώσιν, ὅταν ἔτι αὐξανομένων τῶν σωμάτων τοῦτο παθοῦσι.
11. τούτους οὖν φησι τοὺς γαλιάγκωνας ἧττον βλάπτεσθαι τὴν
12. ὅλην χεῖρα, βλαπτόμενον τὸ σκέλος ἅπαν, ὅταν ἐκπαλαίσωσι
13. τὸ κατ’ ἰσχίον ἄρθρον, ὅτι πολλὰ τῶν κατὰ τὸν βίον ἔργων
14. ἱκανῶς διαπονοῦσιν οὐ δυναμένων ὁμοίως τούτοις χρῆσθαι
15. τῷ σκέλει, οἷς ἐξεπάλαισαν ἔσω τὸ κατ’ ἰσχίον ἄρθρον.

Cliquer un n° de page pour en afficher l’image