12. Φυμάτιά τε ὡς ἐπὶ τὸ πολὺ κατὰ τὸν πνεύμονά εἰσιν οἱ
13. τοιοῦτοι σκληρῶν φυμάτων καὶ ἀπέπτων· καὶ γὰρ ἡ πρόφασις
14. τοῦ κυφώματος καὶ ἡ ξύντασις τοῖσι πλείστοισι διὰ
15. τοιαύτας συστροφὰς γίνεται, ᾗσιν ἂν κοινωνήσωσιν οἱ
16. τόνοι οἱ σύνεγγυς.
18. Οἷς ἐν τοῖς ἄνω τῶν φρενῶν ἐστί τὸ κύφωμα, τούτοις
19. κατὰ τὸν πνεύμονα τὰ φύματά φησιν ὡς τὸ πολὺ γίγνεσθαι.
1. δῆλον οὖν ὅτι καὶ οἷς ἐν ὀσφύϊ τὸ κύφωμα ᾖ καὶ τούτοις
2. ἐνταῦθα τὰ φύματα συνίσταται. ὡς τὸ πολὺ δ’ εἶπεν,
3. ἐπειδὴ καὶ κατὰ τὴν διάπτωσιν καὶ πληγὴν κυφοῦται ῥάχις,
4. ὥσπερ οὖν καὶ λορδοῦται καὶ σκολιοῦται. διὰ δὲ τοῦ
5. φάναι· καὶ γὰρ ἡ πρόφασις τοῦ κυφώματος καὶ ἡ
6. σύντασις τοῖσι πλείστοισι διὰ ταύτας συστροφὰς γίγνεται, τὴν
7. αὐτὴν γνώμην ἐνδείκνυται κατ’ ἀρχὰς, ὁπότε λέγει· σφόνδυλοι
8. δὲ οἱ κατὰ ῥάχιν, οἷσι μὲν ὑπὸ νοσημάτων ἕλκονται εἰς
9. τὸ κυφόν. τὸ δ’ ἐν τῇ νῦν ῥήσει λελεγμένον, ᾗσιν δ’ ἂν
10. κοινωσήσωσιν οἱ τόνοι οἱ ξύνεγγυς ἐπὶ τὰ νεῦρα τὴν ἀναφορὰν
11. ἔχει, κατὰ τὸν νῶτόν τε καὶ τοὺς σφονδύλους. ἐγὼ
12. δὲ πρόσθεν ᾐτιασάμην τοὺς συνδέσμους τῶν σφονδύλων ἑλκομένους
13. ἑαυτοῖς συνεπισπᾶσθαι καὶ αὐτοὺς τοὺς σπονδύλους.
14. οὐ γὰρ ἡγοῦμαι τὰ ἀπὸ νωτιαίου πεφυκότα νεῦρα τὰ ἑλκόμενα
15. πρὸς τοῦ φύματος ἑαυτοῖς δύνασθαι συνεπισπᾶσθαι
16. τοὺς σφονδύλους· καὶ γὰρ ἀσθενέστερον πολὺ τῆς τοιαύτης
17. δυνάμεώς ἐστι διά τε σμικρότητα καὶ μαλακότητα, διὸ καὶ
18. οὐδὲν ἐκπέφυκεν ἐκ τῶν ὀστῶν, ὥσπερ οἱ σύνδεσμοι. ῥωμαλεώτεροι
19. γὰρ ὄντες οὗτοι καὶ συνεχεῖς τοῖς τόνοις. εἰ δ’
1. ἂν κοινωνήσωσι τοῖς φύμασι, δύνανται οὖν ἐπισπᾶσθαι
2. τοὺς σφονδύλους.